PG 44, col. 640

τως πρὸς τὴν αἵρεσιν τῆς κακίας ἀπορρυεῖσα, πει-
ρασμὸς τῆς ψυχῆς ἐγένετο , ἀπὸ τῶν ὑψηλῶν τε καὶ
τιμίων, πρὸς τὰς ἐμπαθεῖς τῆς φύσεως κινήσεις κα-
τασπασθείσης. Τοῦτό ἐστιν 6 σημαίνει τὸ ι ἔδωκεν, »ο
οὐχ ὅτι αὐτὸς τὸ κακὸν τῇ τῶν ἀνθρώπων ζωῇ ἐν-
εποίησεν, ἀλλ⁹ ὅτι τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἀγαθοῖς
6 ἀνθ ρωπος ὑπὸ ἀὸουλίας κακῶν ὑπηρεσίαν ἐχρήσατο.
Σύνηθες δέ ἐστι τῇ ἀγίᾳ Γραφῇ τά τοιαῦτα τῶν νοη-
μάτων ταῖς τοιαύταις ἐξαγγέλλειν φωναῖς ⁸ ὡςτὸ,
ἦ ι Παρέδωκεν αὐτοὺς 6 Θεὸς εἰς πάθη ἀτιμίαςο ι καὶ,
Ἐδωκεν αὐτοὺς εις ἀδόκιμον νοῦν, ι καὶ ι Ἑσκλή ρυνε
τὴν καρδίαν Φαραώ ο »καὶ τὸ, ι Τί ὲπλὰνησας ἡμᾶς,
Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ὲσκλήρυνας τὰς καρδίας
ήμῶν τοῦ μὴ φοϐεῖσθαί σε ;t καὶ, ι Ἐπλάνησεν αὐτοὺς
ὲν ἀὸάτῳ καὶ οὐχ ὀδῷ· ι mi.” Ίπίπάτησάς με καὶ ἡπασ
τήθην · »καὶ ὅσα τούτοις ἐστὶν ὁμότροπα, ἐφ’ ὧν ἡ
ἀκριϐὴς διάνοια οὑ τὸ παρά τοῦ Θεοῦ τι τῶν ἀν-
θρ ἵιπων ἐγγενέσθαι τῇ ἀνθρωπίνῃ συνίστησι φύσει ο
ἀλλὰ κατηγορεῖ τῆς ἐξουσίας, ἢ ἀγαθὸν μέν ἐστι καὶ
Θεοῦ δῶρον δεδομένον τῇ φύσει ο γέγονε δὲ, διὰ τῆς
πρὸς τὸ ἐναντίον ῥοπῆς κακόν. Εἷδεν οὖν ὁ Ἐκκλη-
σιαστὴς σύμπαντα τὰ πεποιημένα ὲν τῷ ὑπὸ τὸν
ἣλιον βίῳ, ὅτι πάντα ἦν ματαιότης. ι Οὐκ ἦν γὰρ 6
συνιῶν, ούκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν · ι ἐπειδὴ πάντες
ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Διά τοῦτο εἰπὼν, ὅτι·
ι Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, ι τὴν αἰτίαν ἐπή-
γαγεν, ὅτι οὐχ 6 Θεὸς τούτων αἴτιος, ἀλλὰ ἡ προαί-
ρεσις τῆς ἀνθρωπίνης ὁρμῆς, ἢν πνεῦμα ὠνόμασεν.
Κατηγορεῖ δὲ τούτου τοῦ πνεύματος, οὐχ ὅτι τοιοῦτον
ἐξ ἀρχῆς ἦν ’ ἦ γὰρ ἂν ἔξω κατηγορίας ἦνιεξ
τοιοῦτον ἐγένετο” ἀλλ’ ὅτι διαστραφὲν ἐξηρμόσθη τοῦ
κόσμου.
ι Διεστραμμένον ι γὰρ, φησιν, ι ού δυνήσεται ἐπι-
κοσμηθῆναι· ι τουτέστιν, οὐκ ἂν γένοιτο τῇ παρὰ τοῦ
Θεοῦ κο τμηθε ίσῃ κτίσει οἰκεῖον τὸ ὲνδιάστροφον.Ὠσπερ
γὰρ 6 τεχνίτης 6 κατά πρόθεσίν τι ἑαυτῴ τεκταινόμενος,
κανόνι καὶ σπάρτῳ διευθύνει τὰ μέρη τὰ τὴν ἐπερ-
γασίαν τοῦ σκεύους διὰ τῆς τεχνικῆς πρὸς ἄλληλα
σχέσεως συμπεραίνοντα · εἰ δέ τι τούτων μὴ κατὰ
τὴνσπάρτην διευθυνθείη. οὐ παραδέχεται πάντως
τὴν διαστροφὴν ἡ εὐθὴς ἁρμονία, ἀλλά χρὴ κάκεῖνο
ὐπαχθῆναι τῇ σπάρτῃ καὶ εύθῦ γενέσθαι, εί μέλλοι
τῷ έὺθεῖ συναρμόζεσθαι· οὓτω φησιν ό Ἐκκλησια-
στὴς, ὅτι ὴ παρά τῆς κακίας διαστραφεῖσα φύσιςῐτῇ
κεκοσμημένη ὑπὸ τοῦ ὀρθοῦ λόγου κτίσει ἐγγενέσθαι
οὐ δύναται. ι Καὶ ὑστέρημα, ι φησιν, ,ι οὑ 6w!)-
σεται ἀριθμηθῆναι. ι ’Υστερεῐοθαι τὸ λείπεσθαι, ἡ
γραφικὴ συνήθεια νοεῖν διδάσκει* καὶ τοῦτο ἐκ
"Psal. ενι, i0. "' Jeretu. xx, 10.
"lsa. thtt, 17.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.