PG 44, col. 76

καὶ τῇ αἰσθήσει τὸ θαῦμα δεχόμεθα. Ποῦ δὲ τὸ πῦρ
διαιτώμενον ἁθ ρόως ἀπογεννᾶται · εί ἐκ τῆς συ μπτώ-
σεως τῶν ψηφίδων ἀναπαλλόμενον , έκ τίνων· ἢ ὲκ
τίνος ἄλλης πρὸς ἑαυτὴν τριὸείσηςο καὶ τίς ή δύνα- ι.
μις, ἡ τὸ μὲν περιδραχθὲν ὑπ’ αὐτοῦ διεσθίουσα, τὸν
δὲ ἀέρα τῇ φλογὶ καταυγάζουσα, οὔτε ίδεῖν δυνάμεθα,
οὔτε ἔννοιάν τινα περὶ τούτου λαϐεῖν’ ἀλλ’ ὲν μόνῳ
τῷ Θεῷ τὸν λόγον τῆς παραδόξου ταύτης θαυματο-
ποιίας ἀποκεῖσθαί φαμεν, τῷ ποιήσαντι κατὰ τὸν
ἄρρητον τῆς δυνάμεως λόγον, γεννηθῆναι τῷ πυρὶ
τὸ φῶς. Καθὼς 6 Μωῦσῆς ἐν τῷ ἰδίῳ λόγῳ μαρτύρε-
ται, ότι ι Καὶ εἶπεν ό Θεὸς, Γενηθήτω φῶς, καὶ
ἐγένετο φῶς καὶ εἶδεν 6 Θεὸς τὸ φῶς ὅτι καλόν. ι
Μόνον γὰρ ὡς ἀληθῶς Θεοῦ τὸ ἰδεῖν, ὅπως ἂν γέ-
νοιτο τὸ οὕτω καλόν θ ή δὲ τῆς ἡμετέρας φύσεως πτω-
χεία, τὸ μὲν γινόμενον βλέπει, τὸν δὲ καθ’ ὂν’γίνε-
ται λόγον, οὔτε ἰδεῖν, οὔτε ἐπαινέσαι δυνατῶς ἔχει.
Τῶν γάρ γνωριζομένων, οὐχὶ τῶν ἀγνοουμένων ἐστὶν
ὁ ἔπαινος. ι Εἷδεν ι οὖν, φησίν, ι 6 Θεὸς τὸ φῶς ὅτι
καλὸν, 7.). διεχώρισεν 6 Θεὸς ἀνά μέσον τοῦ φωτὸς
καί ἀνά μέσον τοῦ σκότους. ι Πάλιν τὸ ἀναγκαίως
κατά τὴν ἀκολουθίαν τῆς φύσεως ὲν τάξει τινι καὶ
ἁρμονία γινόμενον, εἰς θείαν ἐνέργειαν 6 Μωῡσῆς
ἀνάγειί διδάσκων, οἶμαι, διά τῶν εἰρημένων, Δτὸ
πάντα προκατανενοῆσθαι τῇ τοῦ Θεοῦ σοφίᾳ , τὰ διά
τινος ἀναγκαίας τάξεως κατά τὸ ἀκόλουθον ἐκϐησό-
μενα. Τῆς γὰρ φωτιστικῆς οὐσίας τῆς τῷ παντὶ
κατεσπαρμένης, πρὸς τὸ συγγενὲς συνδραμούσης,
καὶ πάσης περὶ ἑαυτὴν ἀθροισθείσης, ἀναγκαίως τὰ
ὲπιπροσθούμενα τῇ λοιπῇ τῶν στοιχείων ὕλῃ κατ-
εσκιάζετο, καὶ τὸ ἀποσκίασμα, σκότος ἦν. Τοῦτο τοί -
νυν τὸ ἀκολούθως γενόμενον, ὼς ἂν μή τις ἀνάγοι
πρὸς αὐτόματόν τινα συντυχίαν, Θεοῦ φησιν ἔργον 6
Μωῦσῆς, τοῦ τὴν δύναμιν ταύτην ὲναποθεμένου τοῖς
γενομένοις ’ ἀλλά μὴν τὸ ὀξεῖἀν τε καὶ ἀνωφερῆ καὶ
ἀεικίνητον τοῦ πυρὸς εῖναι τὴν. φύσιν, παντὶ δῆλον
ὲκ τῶν φαινομένων ἐστίν ι ἃ δὲ διὰ τῆς ἀρχῆς ταύτης
ὲκ τοῦ ἀκολούθου νοεῖν ὑποτίθεται 6 λόγος, ἱστορικῶς
παρά τοῦ Μωῦσέως ἐν διηγήματος εῖδει συγκαταγέ-
ιπται, τὸ, «Καὶ ἐγένετο έσπέ ρα, καὶ ἐγένετο πρωΐ. ι
’Ἰζίς γὰρ οὐκ οἶδεν ὅτι διχῆ τῆς κτίσεως νοουμένης, εἰς τε
τὸ νοητὸν καὶ αἱσθητὸν,ή πᾶσα σπουδὴτῷ νομοθέτῃ νῦν
ἐστιν, οὑ τὰ νοητά ἐξηγήσασθαι, ἀλλά ὑποδεῖξαι διὰ τῶν
’ φαινομένων ήμῖν τὴν ὲν τοῖς αἰσθητοῖς διακόσμησιν ς
Ἐπεὶ οὖν τὸ πῦρ όμοῦ τὸ συστῆναι τὸ πᾶν,
τῶν ἑτεροφυῶν στοιχείων ἑκτοξευθὲν, καθάπερ τι
βέλος, ἐν τῷ ἀνωφερεῖ καὶ κούφῳ τῆς κατὰ
φύσιν κινήσεως τοῦ παντὸς πῳεξήλατο· καὶ ἴσῳ
νοήματι τὴν αἰσθητὴν οὐσίαν διαπερᾶσαν , οὐκ ἔσχε
προσαγαγεῖν ἐπ’ εὐθείας τὴν κίνησιν, τῆς νοητῆς
κτίσεως ἀκοινωνήτως πρὸς τὴν τῶν αἰσθητῶν ἑπι-
μιξίαν ἐχούσης, αίσθητὸν δὲ τὸ πῦρ· τούτου χάριν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.