PG 44, col. 81

λεπτότητι διαφεύγει τὴν κατανόησιν. Οὐκοῦν ἀκο-
λούθως ὅσον τῇ περιόδῳ τοῦ πυρὸς διελήφθη· διελήφθη
δὲ τὸ πέρας τῆς ὑλικῆς οὐσίας ο τῷ ἅπαξ ἰδίῳ τινὶ ὅρῳ
περιγραφὲν, στερέωμα μὲν διὰ τὴν ὑλικὴν φύσιν τῇ
συγκρίσει τῶν ὑποκειμένων προσηγορεύθη.Δ υὺρανὸς
δὲ ἔσχε τὸ ὄνομα, ὥσπερ κοιλ⁸ τῷ φωτὶ⁵ ὄνομα τὴν
ἡμέραν ἔθετο, καὶ τῷ σκότει τὴν νύκτα. Ἥ δέ τῶν
ἰδὰτων διάκρισιςή κεχωρισμένη τῇ μεσιτείᾳ τοῦ
στερεὼματος, οὑτε τῆς ὑπολήψεως ἀλλοτριοῦται ταύ-
.της,καὶ πρὸς τὴν Γραφὴν ἀκολούθως ἔχει. Γέγραπται
γὰρ ἐν τῇ ἀκολουθίᾳ τῶν εἰρημένων μετὰ τὸ περὶ
τῆς γῆς εἰπεῖν · ὅτι ι Σκότος ἦν ἐπάνω τῆς ἀϐύσσου,
καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὓδατος. ι
Στοχαζόμεθα τοίνυν ὅτι τὸ πνεῦμα τοῦ Θεοῦ τοσοῦ-
τον ἀπέχει τοῦ σκότους εἶναι, ὅσον καὶ παντὸς καο
κοῦ ἀλλοτρίως ἔχει. Καὶ μυρίας ἐστι περὶ τούτου τῆς ἁγίας Γραφῆς παραθέσθαις φωνὰς, ὅτι καὶ φῶς ἐστιν
ἀληθινὸν ὀ Θεὸς, καὶ οἰκεῖ ἀπρόσιτον φῶς.
res: πνεῦμα τοῦ Θεοῦ ταύτὸντῇ φύσει ἐστὶν αὐτῷ
τῷ Θεῷ· εί δὲ μία φύσις τοῦ Θεοῦ καὶ τοῦ πνεύματος,
erit; δὲ ὁθεὸς, φῶς ἂν εἴη πάντως καὶ τοῦ Θεοῦ τὸ πνεῦ-
μα. Τὸ δὲ φῶς ἐν φωτὶ πάντως ποιεῖ ἐκεῖνα, οἷς ἐπι-
φέρεται. Τὸ δὲ ὕδωρ ᾧ τὸ πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο,
ἄλλο τι παρά τὴν κατωφερῆ ταύτην τῶν ρευστῶν
ὑδάτων φύσιν ἐστὶν, ὃ τῷ περεώματι πρὸς τὸ βαρύ
τε καὶ κατωφερὲς ὕδωρ διατειχίζεται. Εἰ δέ ὕδωρ
κάκεῖνο παρὰ τῆς Γραφῆς ὀνομάζεται, ᾧ διὰ τῆς
ὑψηλοτέρας θεωρίας τὸ τῶν νοητῶν δυνάμεων πλή-
ρωμα σημαίνεσθαι στοχαζόμεθα, ξενιζέσθω διὰ τῆς
ὁμωνυμίας μηδείς. Καὶ. γὰρ καὶ ό Θεὸς πῦρ κατ-
αναλίσκον ἐστὶν, ἀλλὰ καθαρεύει τῆς ὑλικῆς σημα-
σίας τοῦ πυρὸς ό λόγος, ’Ὠσπερ οὖν τὸν Θεὸν πῦρ
μαθὼν εἶναι, ἄλλο τι αὑτὸν παρά τὸ πῦρ τοῦτο ἐνόη-
σας · οὕτωκαὶ ὕδωρ θείῳ πνεύματι ἐπιφερόμενον
διδαχθεὶς, μὴ τὴν κατωφερῆ φύσιν νοήσῃς τὴν είς
γῆν καταρρέουσαν. Τὸ γὰρ πνεῦμα τοῦ Θεοῦ τοῖς
χθαμαλοῖς τε καὶ¹ ἀστάτοις οὐκ ἐπιφέρεται. Οὐκοῦν
ὡς ἂν φανερώτερον ἡμῖν ἐκκαλυφθείη τὸ νόημα, διὰ
συντομίας τὸν νοῦν τῶν εἰρημένων ἀναληψώμεθα ο
ὅτιτὸ στερέωμα ὃ ἐπεκλήθη οὐρανὸς, μεθόριον τῆς
αἰσθητῆς ἐστι κτίσεως, τὸ δὲ ἀπ’ ἐκείνου, νοητή τις
διαδέχεται κτίσις, ἐν ᾖ οὑκ εἶδος, οὐ μέγεθος, οὑχ ή
ἐπὶ τόπου θέσις, οὐ τὸ ἐκ διαστημάτων μέτρον, οὐ
χρῶμα, οὐ σχῆμα, οὐ πηλικότης, οὑκ ἀλλο τι τῶν
ὑπὸ τὸν οὐρανὸν θεωρουμένων οὐδέν. Καί με μηδεὶς
ὑπονοείτω διὰ τῆς τροπολογίας σύγχυσιν ἐπάγειν τῇ
θεωρία τῆς λέξεως, ὡς ταῖς ὑπονοίαις τῶν πρὸ
ἡμῶν τὰ τοιαῦτα τεθεωρηκότων συμφέρεσθαι, καί
λέγειν · τὰς μὲν ἀποπατικὰς δυνάμεις, ἄϐυσσον λέ-
γεσθαιο τὸν δὲ κοσμοκράτορα τοῦ σκότους, τὸ ἐπάνω
τῆς ἀϐύσσου νοεῖσθαι σκότος. Μήποτε οὕτω παρα-
νομήσαιμι, ὡς ποίημα Θεοῦ τὴν κακίαν νοῆσαι ο
σαφῶς εἰπόντος ἐπὶ κεφαλαίου τοῦ θείου λόγου, ὅτι
ι Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ
¹⁹ Gen.t, 2. ’° Joan.t, 9. ²¹ l Tim. γι, l6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.