PG 44, col. 89

ὕδωρ περιστοιχίζεταιο ὡς ἂν μὴ τῷ ῥευστῷ τῆς
φύσεως εἰς ἀφανισμὸν ἔλθοι , μηδενὸς τὴν διάχυσιν
αὑτοῦ περισφίγγοντος. Ἀλλά μοι δοκεῖ μὴ ἄκαιρον
εἶναι πάλιν τῶν ὑπερουρανίων ὑδάτων μνήμην’ποιή·
σασθαι. Εἰ γάρ ἀναγκαίως ἐνταῦθα πρὸς ὑποδοχὴν
τῶν ὑδάτων ἡ γῆ σχηματίζεται, οἷόν τισι κόλποις τὸ
ρευστδν αὑτῶν περιείργουσα , καὶ τῇ ἀστάτῳ τῶν
ὑδάτων φύσει, τῷ ἰδίῳ σταθερῷ παρεχομένη τὸ στά-
σιμον’ πῶς ἂν rb ὕδωρ, εἴπερ τῷ ὄντι ὕδωρ ἐστὶν,
ἵσταται μὲν ἐπὶ τοῦ ἀστάτου, ἀδιάχυτον δὲ ἐπὶ λ
κυρτοῦ διαμένει; El γάρ μίαν τε καὶ τὴν αὐτὴν ι
δύο ὑδάτων τὴν φύσιν ὑποτιθέμεθα, ἀνάγκη πᾶσα,
άπερ ἐπὶ τούτων βλέπομεν, ταῦτα καὶ ἐπ’ ὲκείε
οἴεσθαι· ούκοῦν τὰ νῶτα τοῦ ούρανοῦ σχίζεται είς
αὐλῶνας, καθ’ ὁμοιότητα τῶν ἐπὶ τῆς γῆς γινομένων
πρὸς τάς τῶν κρημνῶν διαστάσεις ἐκφαραγγούμενα,
ἵνα rb ὕδωρ ὲγκρατηθῇ ταῖς κοιλότησι. Τί οὖν ἐροῦ-
σιν, ὅταν ἠ ὲγκύκλιος τοῦ πόλου περιφορά πρὸς τά
κάτω κλίνῃ τὸ νῦν ὑπερκείμενον, ἀρα μὴ πώματά
τινα τοῖς κύκλοις ὲπινοὴσωσιν, ὡς ἂν μὴ ἐκκρεμὲς
rb ὕδωρ γενόμενον, τῶν κοιλωμάτων ἐκρὲοις Ἀλλά
φησι δαπανητικὸν μὲν εἶναι τὸ πῦρ, χρείαν δὲ ἔχειν
ὕλης τινὸς τῆς ὑποτρεφούσης είσαεὶ τὴν φλόγα, ὡς
ἂν μὴ καταμαρανθείη , τῇ ἀπορίᾳ τοῦ ὑπεκκαίοντος
αὑτὸ περὶ ἑαυτὸ δαπανώμενον. Ἐγὼ δὲ κᾶνή με-
C
γάλη τοῦ διδασκάλου ἡμῶν φωνὴ τῇ τοιαύτῃ ὑπολή-
ψει συμφέρεται , παραιτήσομαι τοὺς ἐντυγχάνοντας,
μὴ χαλεπῶς ἔχειν, εί πρὸς rb ἀκόλουθον βλέπων,
πάντη δουλεύω τοῖς προκαθημένοις ὲν τῇ θεωρίᾳ τῶν
ὗντων. Καὶ γάρ καὶ τῷ διδασκάλῳ σκοπὸς ἦν, οὐ
πάντως τάς ἰδίας ὑπολήψεις τοῖς ἀκροωμένοις νομο-
θετεῖν, ἀλλὰ apon τινα διὰ τῆς διδασκαλίας αὑτοῦ
πρὸς τὴν ἀλήθειαν ὲν τοῖς μαθητευομένοις γενέσθαιο
ml. ἡμεῖς τοίνυν ὲγγυμνασθέντες τοῖς παρ’ ἐκείνου
καταλειφθεῖσι μαθήμασι. πρὸς τὸ ἀκόλουθον βλέπο-
μεν. Είη δ’ ἂν οὗτος, εἴπερ ἐπιτύχοι τοῦ εἰκότος ὁ
λόγος, εἰς τὴν τοῦ διδασκάλου σοφίαν ἀναφερόμενος.
Τί τοίνυν πρὸς τὴν ὑπενεχθεῖσαν ἀντίθεσιν ἡμεῖς λο-
γιζόμεθας Oti γάρ μόνον ὲν τῷ πυρὶ καὶ ὕδατι θεω-
ροῦμεν τὰς άντιστοιχούσας ποιότητας, ἀλλὰ καὶ
ἑκάστῳ τῶν στοιχείων ἐστιν εὑρεῖν τινα πάντως ὲν
τοῖς ίδιώμασι πρὸς τά ἀντικείμενα μάχην. ’Ὥσπερ
γάρ ἐπὶ τῶν μνημονευθὲντων στοιχείων ἀντιϐαίνει
τῷ μὲν ψυχρῷή θερμότης, τῷ δὲ ὑγρῷ ἡ ξηρότης, οὕτω
πάλιν κατά τὴν ὲτέραν διάμετρον ἐπὶ τῆς γῆς τε καὶ.
τοῦ ἀέρος ἐξ ἐναντίου είσὶν αί ὲν ἑκατέρῳ ποιότητες
ἀλλήλαις άντικαθήμεναι· στερρότης τε καὶ μανότης,
ἀντιτυπία καὶ ἀραιότης, βαρύτης τε καὶ κουφότης καὶ
ὅπα ἄλλα κατὰ τὸ ἰδιάζον ὲν ἑκατέρῳ τούτων, ὲκ τῶν
ἐναντίων γνωρίζεται. ’Ὠσπερ τοίνυν ὲν τούτοις οὐκ
εστιν εἰπεῖν τρέφεσθαι τῷ ἐναντίῳ rb ἕτερον ⁸ οὗτε
γάρ τῇ δαπάνῃ τοῦ ἐμϐριθοῦς ἡ ὲν τῷ ἀέρι κουφότης
αὔξεται, οὔτε rb ναστὸν τῆς γῆς ἐνεργεῖ τοῦ ἀντι-
στοιχοῦντος τὴν ἀραιότητα, οὔτε τά λοιπά περὶ τὴν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.