PG 45, col. 121

In English: On 'Not Three Gods.' 1

κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι, καὶ
ὥσπερ ἢ ὁ οὐρανὸς, ἢ ὁ ἤλιος, ἢ ἄλλο τι τῶν τοῦ
κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαίνεται ταῖς
τῶν ὑποκειμένων σημαντικαῖς· οὕτω φασὶ καὶ ἐπὶ
τῆς ἀνωτάτω καὶ θείας φύσεως, ὥσπερ τι κύριον
δνομα προσφυῶς ἐφηρμόσθαι τῷ δηλουμένῳ τὴν φωνὴν
τῆς θεότητος. Ἡμεῖς δὲ ταῖς τῆς ραφῆς ὑποθήκαις
ἑπόμενοι, ἀκατωνόμαστόν τε καὶ ἄφραστον αὐτὴν με-
μαθήκαμεν· καὶ πᾶν ὄνομα εἴτε παρὰ τῆς ἀνθρω-
πίνης οὐσίας ἐξεύρηται, εἴτε παρὰ τῶν Εραφῶν
παραδέδοται, τῶν τι περὶ τὴν θείαν φύσιν νοουμένων
ἐρμηνευτικὸν εἶναι λέγομεν, οὐκ αὐτῆς δὲ τῆς φύσεως
περιέχειντὴν σημασίαν. Καὶ οὐ πολλῆς ἄν τις δεηθείη
πραγμματείας πρὸς τὴν ἀπόδειξιν τοῦ τὰ οὕτως ἔχειν.
Τὰ μὲν γὰρ λοιπὰ τῶν ὀνομάτων, ὅσα ἐππὶ τῆς κτίσεως
κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὕροι τις ἂν κατὰ
τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπών-
των ἡμῶν ὀπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπʼ αὐτῶν
φωνῆς σημειώσασθαι, πρὸς τὸ ἀσύγχυτον ἡμῖν γί-
νεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. Ὁσα δὲ πρὸς
ὀδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν
ἔχει ἔκαστον ἐμπεριειλημμένην διάνοιαν, καὶ οὐκ ἂν
χωρὶς νοήματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς
θεοπρεπεστέροις τῶν ὀνομάτων. Ὡς ἐκ τούτου δεί-
κνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπό τινος τῶν
ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν περὶ αὐτὴν διὰ
τῶν λεγομένων γνωρίζεσθαι. Λέγομεν γὰρ εἶναι τὸ
θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν, ἢ δσα ἄλλα
σύνηθές ἐστι λέγειν. Ἀλλʼ εὐρίσκομεν ἐκάστου τῶν
ὀνομάτων ἰδιάζουσαν ἔμφασιν, πρέπουσαν περὶ τῆς,, dicuatur, indicetur. Dicimus enim, verbi gratis,
θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι· οὐ μὴν ἐκεῖνο si res ita ferat, numen esse incorruptibile, vel po-
σημαίνουσαν, ὅ ἐστι κατʼ οὐσίαν ἡ φύσις. Αὐτὸ γὰρ
ὅτι ποτέ ἐστιν, ἄφθαρτόν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου
ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν τὸ ὄν διαλύεσθαι.
θὐκοῦν ἄφθαρτον εἰπόντες, μὴ πάσχει ἡ φύσις
εἴπομεν. Τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ
παρεστήσαμεν.
autem incorruptibilis notio atque intellectus hic est, quod id quod est ad corruptionem non redigatur
Proinde cum incorruptibile diximus, id quod in naturam non cadit, diximus : quid autem sit illud,
quod corruptioni obnoxium non sit, non expressimus.
θτω κἂν ζωοποιὸν εἴπωμεν, ποιεῖ διὰ τῆς Eodem modo si vel vivificum dixerimus, cum id
προσηγορίας σημάναντες, τὸ ποιοῦν τῷ λόγῳ οὐκ quod eicit per appellationem significaverimus, ip-
ἐγνωρίσαμεν. Καὶ τὰ ἄλλα πὰντα κατὰ τὸν αὐτὸν sum eficiens, ac naturam effectricem (eo) verbo
λόγον ἐκ τῆς ἐγκειμένης ταῖς θεοπρεπεστέραις φωναῖς ,, Don indicavimus. Item in cæteris omnibus eadem
σημασίας εὐρίσκομεν, ἢ τὸ μὴ δέον ἐπὶ τῆς θείας ratione ex ea, quæ insita est augustioribus vocibus,
φύσεως γινώσκειν ἀπαγορεύοντα, ἢ τὸ δέον διδά-
σκοπτα, αὐτῆς δὲ τῆς φύσεως ἐρμηνείαν οὐ περι-
έχοντα. Ἐπεὶ τοίνυν τὰς ποικίλας τῆς ὑπερκειμένης
δυνάμεως ἐνεργείας κατανοοῦντες ἀφʼ ἐκάστης τῶν
ἡμῖν γνωρίμων ἐνεργειῶν τὰς προσηγορίας ἀρμόζο-
μεν· μίαν δὲ καὶ ταύτην εἶναι τὴν ἐνέργειαν τὴν
ἐποπτικὴν καὶ ὁρατικὴν, καὶ ὡς ἄν τις εἴποι θεατι-
κὴν, καθʼ ἢν τὰ πάντα ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ,
τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ τὰ ἀθέατα τῇ θεω-
ρητικῇ δυνάμει διαδυόμενος, ὑπειλήφαμεν, ἐκ τῆς
θέας, τὴν θεότητα παρωνομάσθαι, καὶ τὸν θεατὴν
ἡμῶν Θεὸν, ὑπό τε τῆς συνηθείας καὶ τῆς τῶν Ερα-
φῶν διδασκαλίας προσαγορεύεσθαι. Εἰ δὲ συγχωρεῖ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.