PG 45, col. 1320

ἱχοντας ὲν Χριστιανοῖς ἀριθμεῖν οὐκ ἐμάθομεν. Ὠσπρ
τὰρ ἄνθρωπον οὐκ ἀν τις προσείποι τὸ ἀτελεσφόρη-
rov ἔμϐρυον , ἀλλά δύναμιν εἴπερ ὲτελεσφορήθη είς
ἀνθρώπου γένεσιν προελθεῖν, ἕως δ’ ἂν ὲν τῷ ἀτελεῖ
ᾗ, ἄλλο τί ἐστι καὶ οὐκ ἄνθρωπος· οὕτως τὸν μὴ δι’
ὅλου τοῦ μυστηρίου τὴν ἀληθῆ μόρφωσιν τῆς εὐσε-
ϐείας δεξάμενον, χριστιανὸν οὐκ οἶδεν ὁ λόγος. Ἐστι
γὰρ καὶ Ἰουδαίων ἀκούειν Θεὸν ὁμολογούντων καὶ
Θεὸν τὸν ἡμέτερον. Συντίθεται αὐτοῖς ὲν τῷ Εὐαγο
γελίῳ καὶ ὁ Κύριος. ὃτι οὐκ ἄλλον νομίζουσι Θεὸν ἢ
τὸν Πατέρα τοῦ Μονογενοῦς, ’ον ὑμεῖς, φησι, λέγετε
ὃτι Θεὸς ἡμῶν ὲστιν.⁷Αρ’ οὖν Χριστιανοὺς ὀνομαστέον
τοὺς Ἰουδαίους, ὅτι τὸν παρ’ ἡμῶν προσκυνούμεο
νον, καὶ αὐτοὶ σέϐειν ὁμολογοῦσιν; Οἶδα καὶ Μανι-
χαίους τὸ δνομα τοῦ Χριστοῦ περιφέροντας. Τί οὗν;
Ἐπειδὴ σεϐάσμιον παρὰ τούτοις τὸ παρ’ ἡμῶν προσ-
κυνούμενον ὄνομα , διὰ τοῦτο καὶ αὐτοὺς ὲν Χριστια-
νοῖς ἀριθμήσομεν ; Οὕτως καὶ ὁ τὸν Πατέρα μὲν ὁμολο-
γῶν, καὶτὸν Υίὸν παραδεχόμενος, ἀθετῶν δὲ τὴν
μεγαλοσύνην τοῦ Πνεύματος, ἤρνηται τὴν πίστιν,
καὶ ἐστὶν ἀπίστου χείρων. καὶτῆς ἐπωνυμίας τοῦ
Χριστιανοῦ καταψεύδεται. Ἀρτιον εἶναι κελεύει τὸν
τοῦ θεοῦ ἄνθρωπον ὁ Ἀπόστολος. ’Δρτιον δ’ ἂν εἴη
ἐπὶ μὲν τοῦ κοινοῦ ἀνθρώπου τὸ naval. λόγῳ συμο
πεπληρωμένον τῆς φύσεως, λογικόν τε γὰρ εἶναι χρὴ,
νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ζωῆς μετέχον, δρθιον
τῷ σχήματι, γελαστικὸν, πλατυώνυχον. Εἰ δὲ ὀνομά-
ζοι μέν τις ἄνθρωπον, τὰ δὲ εἰρημένα σημεῖα τῆς
φύσεως μὴ ἔχοι ἐπὶ τούτου παρέχεσθαι, μάτην ἐτί-
μησε τῷ προσρήματι. Οὕτως καὶ ὁ Χριστιανὸςτῇ
είς Πατέρα, καὶ Υίὸν κού⁵ ἅγιον Πνεῦμα πίστει χιι⁶
ρακτηρίζεται · αὕτη ἐστὶν ἡ μορφὴ τοῦ κατά τὸ μυ-
στήριον τῆς ἀληθείας μεμορφωμένου. Εἰ δὲ ἑτέρως
ἡ μορφὴ διακειμένη τύχῃ, οὐκ ἐπιγνώσομαι τοῦ
ἀμόρφου τὴν φύσιν · σύγχυσίς ἐστι τοῦ χαρακτῆρος
καὶ τῆς κατά φύσιν μορφῆς ἀλλοτρίωσις καὶ παραλ-
λαγὴ τῶν γνωριπικῶν σημείων τῆς ἀνθρωπότητος.
ὅταν μὴ συμπαραληφθῇ τῇ πίστει τὸ Πνεῦμα τὸ
ἅγιον. Ἀληθεύει γάρ τοῦ Ἐκκλησιαστοῦ ὁ λόγος’
ὅτι οὗτος οὐχὶ ζῶν ἐστιν ἄνθρωπος, ἀλλὰ ὀστᾶ, καθὼς
ἐκεῖνος φησὶν , ὲν τῇ γαστρὶ τῆς κυοφορούσης. Πῶς
ι Τοῦτον ἔχρισε, ι φησὶν, ι 0
Δις’. Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τήν
τοῦ ΙΙνεύματος δόξαν, καὶ τῇ ὑποχειρίῳ φύσει τυγ-
κατατάσσοντες, τίνος σύμϐολόν ἐστιν ἡ χρίσις. Ούχὶ
τῆς βασιλείας.; Τί δέ; οὐχὶ φύσει βασιλέα τὸν Μο-
Οὐκ ἀντεροῦσι πάντως οῖ
νογενῆ πεπιστεύκασιν ;
γε μὴ καθάπαξ τῷ Ἰουδαῖκῴ καλύμματι τὴν καρ-
δίαν περιεχόμενοι. Ei οὖν τῇ φύσει βασιλεὺς ὁ Υἱὸς,
βασιλείας δὲ σύμϐολόν ἐστι τὸ χρίσμα, τί σοι διὰ τῆς
ἀκολουθίας ὁ λόγος ἐνδείκνυται ; Ὀτι οὐκ ἀλλότριόν
τί ὲστιτοῦ κατά φύσιν βασιλέως τὸ χρίσμα, οὐδὲ ὡς
ξένον τι καὶ ἀλλόφυλον τῇ κὰγίᾳΤριάδι τὸ Πνεῦμα

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.