PG 45, col. 165

ναυάγια, ἐπικλύσεις, καὶ ἐκπυρώσεις, καὶ χάσματα,
καὶ ὅσα τοιαῦτα πανωλεθρίας είδη ; Πῶς ταῦτα δια-
σώσει τὸν τῆς προρρήσεως λόγον; Πόσα ἐν τοῖς προ-
τέροις, πόσα δὲ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις 6 βίος
ἔδειξε πάθης τὸν ἐπὶ Νῶε κατακλυσμὸν , καὶ τὴν
Σοδόμων ἐκπύρωσινς ἢ τὸν Αίγύπτιον στρατὸν ὐπο-
δρύχιον ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γενόμενονςῆ τὰς
μετὰ ταῦτα τῶν ἀλλοφύλων σφαγὰς, τὰς μυρίας ὲκεί-
νας άνδροκτασίας; ἢ τὸν αὐτόματον ἐν ὀλίγῳ τῷ
χρόνῳ θάνατον τοῦ Ἰσραηλίτου λαοῦ ἐν πολλαῖς μυ-
ριάσι θραυσθέντος; ἢ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε
χιλιάδας τῶν Ἀσσυρίων, μιᾷ χρόνου ῥοπῇ νεκρωθεί. Β
σας, τῶν τε ἐφεξῆς κακῶν τὰς ἱστορίας, ἐν Μηδικαῖς
τε καὶ Ἑλληνικαῖς συμφοραῖς συμπεσούσας, ἐν ναυ-
μαχίαις τε καὶ πεζομαχίαις μεγάλαις, καὶ πάντα
ὅσα τοιαῦτα, ὧν ἡ μνήμη τοῖς ἐφεξῆς διδάσκαλος γί-
mat; Κᾶν ταῦτα παρέλθωμεν πάντα, ἱκανά γένοιτο
πρὸς τὴν τῶν λεγομένων μαρτυρίαν, καὶ ὅσα 6 καθ’
ἡμᾶς ἱστόρησε βίος. Τίς γάρ οὐκ οἶδε τὴν μεγάλην
τῆς Βιθυνίας μητρόπολιν ταῖς ἐξεχούσαις τῶν πόλεων
ὲναρίθμιονς τίς ἀγνοεῖ τὴν πλατεῖαν καὶ εὐρύχωρον
Θρᾴκην, πῶς τὴν μὲν 6 πόλεμος, τὴν δέ σεισμὸς μετὰ
τοῦ πυρὸς ἐν ἀκαρεῖ τοῦ χρόνου ἄρδην ἐξέτριψε;
Πόσοι παῖδες ἐκεῖ, πόσα νήπια; οἱ μέσως ἔχοντες,
οἱ παρήλικες, ἐλεύθεροί τε καὶ δοῦλοι, κρατοῦντες καὶ
ὑποχείριοι, πλούσιοι, πένητες, ἐρρωμένοι, νοσηλευόμενοι, πάντες ἐν μιᾷ καιροῦ ῥοπῇ κατεφθάρησαν.
Πάντας ἐπίσης τὸ πῦρ ἐνεμήθη ’ πᾶσιν oi οἶκοι τάφοι ἐγένοντο. Ποῦ αἱ τῶν ἄστρων ἐκείνων διαπλοκαὶ,
αἱ τὰς διαφορὰς τῶν βίων τοῖς ἀνθρώποις ὁρίζουσαι ;
ὠδῖνας τῶν γενέσεων ἔλυσε, καί πᾶσιν 6 Καρκῖνος ὡροσκοπῶν τὴν μοῖραν ἐπέϐαλες Καὶ μὴν αἱ μυρίαι
τῶν ἡλικιῶν τε καὶ ἀξιωμάτων διαφοραὶ, τὸ μὴ πάντας ἀλλήλοις κατὰ ταυτὸν τῇ γενέσει συνενεχθῆναι
διαμαρτύρονται. El οῦν 6 μὲν τῆς γενέσεως χρόνος ἑκάστῳ διάφορος , ἡ δὲ τῶν συμφορῶν ταυτότης οὐδε-
μίαν παραλλαγὴν ἐκ τῆς κατά τὴν γένεσιν αίτίας ἐδέξατο· ἄρα καὶ διὰ τούτων τὸ περὶ τὴν πρόρρησιν
ἀπαγὲς καὶ ἀσύστατον διελέγχεται .
Ἀλλ’ ἔστι, φησὶ, καὶ νεὼς, καὶ πόλεως, καὶ ἔθνους
παντὸς εἱμαρμένη, κατὰ τὴν πρώτην θέσιν τὸ ἐφ-
εξῆς ἐπικλώθουσα, καὶτῷ περιέχοντι τά ἐμπεριειλη μ-
μένα κατ’ ἀνάγκην συνδιατίθεται. Τίς οὖν ὴ τῆς
ναυπηγίας Είλήθυια; Τίς δὲ 6 τῆς πόλεως τόκος;
Ἐκ ποίας δὲ ἀρχῆς τοῦ ἔθνους καθορῶμεν τὴν γένε-
σιν; Τέμνει 6 δρυοτόμος τὴν ὓλην, ἐμπορεύεται ταύ-
την 6 τὸ ξύλον ἐμπορευόμενος, χρημάτων 6 ναυπη-
γὸς ὓλην ὠνεῖται, μερίζει τῇ ἐργασία τὴν τέχνην. ’0
μὲν γάρ τις διαιρεῖ τὸ ξύλον εἱς σανίδας τῷ πρίονι’
ὁ δὲ, τὴν τρόπιν τεκταίνεται ο ἕτερος, περὶτὰ ὑπο-
ζώματα τὴν σπουδὴν τῆς κατασκευῆς ἔχει. ἄλλος τὴν
πρῶραν , καὶ ἄλλος τὴν πρύμναν ὲκορυφώσατο. Τού-
τῳ τοῦ ἱστοῦ μέλει, καὶ τῆς κεραίας τῷ ἑτέρῳ · οἱ
δέ, τὸ λίνον εἰς κάλως πλέκουσιν ⁸ oi δὲ αὐχένες τῷ
κυϐερνήτῃ διὰ φροντίδος γίνονται ’ ἄλλοι τὰ κατα
στρώματα καὶ τὴν ὀθόνην ἐνεργοῦσιν ' ἄλλοι, καὶ τὸν
ἐκ τῆς ζωγραφίας καλλωπισμὸν ἐπάγουσιν. ’Έτεροί
τε αῦ διαχρίοντες τῇ πίσσῃ τὰς ἁρμονίας, καὶ τὸν
ἄντλον ὲν τῷ μέσῳ κατασκευάζοντες. Πάντως ait κατὰ
ταύτὸν ἕκαστος τὸ καθ’ ἐαυτὸν ἐνεργοῦσιν, ἁλλ’ 6
μὲν, νῦν ο οί δὲ, μετ’ ὀλίγον ’ καὶ τῷ μὲν ἤδη πέρας

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.