PG 45, col. 22

In English: The Great Catechism 5

γαστρὸς πλησμονὴν, ἀλλὰ γνῶσιν καὶ ἀῖδιότητα ζωῆς
τοῖς γευσαμένοις δίδωσι · πάντα ταῦτα. συνᾴδει τοῖς
προτεθεωρημένοις περὶ τὸν ἄνθρωπον· ὡς ἀγαθῆς
τε καὶ ὲν ἀγαθοῖς οὔσης καταρχὰς ἡμῖν τῆς φύσεως.
Ἀλλ’ ἀντιλέγει τυχὸν τοῖς εἰρημένοις 6 πρὸς τὰ
παρόντα βλέπων, καὶ οἴεται διελέγχειν τὸν λόγον
οὐκ ἀληθεύοντα, τῷ μὴ ἐν ἐκείνοις νῦν, ἀλλ’ ὲν
πᾶσι σχεδὸν τοῖς ὑπεναντίοις ὁρᾶσθαι. τὸν ἄνθρω-
πον. Ποῦ γὰρ τῆς ψυχῆς τὸ θεοειδές; ποῦ δὲ
ἡ ἀπάθεια τοῦ σώματος; Ποῦ τῆς ζωῆς τὸ ἀϊδιον;
Ὠκύμορον, ἐμπαθὲς, ἐπίκηρον, πρὸς πᾶσαν παθημά-
των ἰδέαν κατά τε ψυχὴν καὶ σῶμα. ἐπιτήδειον. Ταῦτα
καὶ τὰ τοιαῦτα λέγων καὶ κατατρέχων τῆς φύσεως,
ἀνατρέπειν τὸν ἀποδοθέντα περὶ τοῦ ἀνθρώπου λόγον
οἰήσεται. Ἀλλ’ ὡς ἂν μηδαμοῦ τοῦ ἀκολούθου 6 λόγος
παρατραπείη , καὶ περὶ τούτων ἐν ὀλίγοις διαληψόμεθα.
Τὸ νῦν ὲν ἀτόποις εἶναι τὴν ἀνθρωπίνην ζωὴν, οὺχ
ἱκανός ἐστιν ἐλεγχος, τοῦ μηδέποτε τὸν ἄνθρωπον ὲν
ἀγαθοῖς γεγενῆσθαι. Ἐπειδὴ γὰρ Θεοῦ ἔργον 6 ἄνθ ρω-
πος,τοῦ δι“ ἀγαθότητατὸ ζῶον τοῦτο παραγαγόντος εἰς
γένεσιν, οὐκ ἄν τις εὐλόγως οὖὴ σιτία τῆς συστάσεως
ἀγαθότης ἐστὶ καθυποπτεύσειεν. Ἀλλ’ ἕτερόν ἐστιν
αἴτιον, τοῦ ταῦτά τε νῦν περὶ ἡμᾶς εἶναι, καὶ τῶν
προτιμοτέρων ἐρημωθῆναι. Ἀρχὴ δὲ πάλιν καὶ πρὸς
τοῦτον ἡμῖν τὸν λόγον, οὐκ ἔξωθεν τῆς τῶν ἀντιλεγόν-
των ἐστὶ συγκαταθέσεως. ’0 γὰρ ἐπὶ μετουσίᾳ. τῶν
ίδῐων ἀγαθῶν ποιήσας τὸν ἄνθρωπον, καὶ πάντων αὑ-
τῷ τῶν καλῶν τὰς ἀφορμὰς ἐγκατασκευάσας τῇ φύ-
σει, ὡς ἂν δι’ἐκάστου πρὸς τὸ ὃμοιονή ὄρεξις φέροιτο,
οὐκ ἂν τοῦ καλλίστου καὶ τιμιωτάτου τῶν ἀγαθῶν
ἀπεστέρησε, λέγω δὴ τῆς κατὰ «ca ἀδέσποτον καὶ αὐτ-
εξούσιον χάριτος. Et γάρ τις ἀνάγκη τῇ ἀνθρωπίνῃ
ἐπεστάτει ζωῇ, διεψεύσθη ἂν ὴ εἰκὼν κατ’ ἐκεῖνο τὸ
μέρος, ἁλλοτριωθεῖσα τῷ ἀνομοίῳ πρὸς τὸ ἀρχέτυ-
πον. Τῆς γὰρ βασιλευούσης φύσεως ἡ ἀνάγκαις τισὶ
ὑπεζευγμένη τε καὶ δουλεύουσα, πῶς ἂν εἰκὼν ὀνομά-
Cat-co; Οὐκοῦν τὸ διὰ πάντων πρὸς τὸ Θεῖον ὡμοιω-
μένον ἔδει πάντως ἔχειν ἐν τῇ φύσει τὸ αὐτοκρατὲς
καὶ ἀδέσποτον, ὥστε ἆθλον ἀρετῆς εἶναι τὴν τῶν
ἀγαθῶν μετουσίαν. Πόθεν οὖν, ἐρεῖς, 6 διὰ πάντων
τοῖς καλλίστοις τετιμημένος , τὰ χείρω τῶν ἀγαθῶν
ἀντηλλάξατο; Σαφὴς δὲ καὶ ὁ περὶ τούτου λόγος. Οὑ-
δεμία κακοῦ γένεσις ἐκ θείου βουλήματος τὴν ἀρχὴν
ἔσχεν · ἦ γὰρ ἂν ἔξω μέμψεως ἦν ἡ κακία, Θεὸν ἐλυ-
τῆς ἐπιγραφομένη ποιητὴν καὶ πατέρα’ ἀλλ’ ὲμ-
φύεταί πως τὸ κακὸν ἔνδοθεν, τῇ προαιρέσει τότε
συνιστάμενον, ὅταν τις ἀπὸ τοῦ καλοῦ γένηται τῆς
ψυχῆς ἀναχώρησις. Καθάπερ γὰρ ἡ ὅρασις φύσεώς
ἐστιν ἐνέργεια· ἡ δὲ πήρωσις, στέρησίς ἐστι τῆς φυ-
σικῆς ἐνεργείας ὀὕτως καὶ ἡ ἁρετὴ πρδς τὴν κακίαν
ἀνθέστηκεν. Οὐ γὰρ ἔστιν ἄλλην κακίας γένεσιν ἔνη

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.