PG 45, col. 249
Ταῦτα δέ μοι λέγειν ἐπῆλθεν, ἐνθυμηθέντι τόν τε
πᾶσιν ἀφειδῶς κοινωνοῦντα τῶν ἰδίων καλῶν, τὸν τοῦ
Θεοῦ ἄνθρωπον λέγω, τὸ τῆς εὐσεβείας στόμα Βασί-
λειον, τὸν ἐν τῇ περιουσίᾳ τῶν πνευματικῶν θησαυ-
ρῶν, καὶ εἰς κακοτέχνους ψυχὰς ἀνεξετάστως τὴν
χάριν τῆς σοφίας ἐκχέοντα, καὶ τὸν ἀγνώμονα πρὸς
τοὺς ἀγαθόν τι ποιεῖν αὐτὸν ἐσπουδακότας Εὐνόμιον.
Οὗτος γὰρ τῷ ὑπερβάλλοντι τῆς κατὰ ψυχὴν ἀῤῥω-
στίας, ῆν περὶ τὴν πίστιν ἡσθένησεν, ἐλεεινὸς μὲν
ἄπασιν ἔδοξε τοῖς τῆς Ἐκκλησίας μετέχουσι. Τίς
γὰρ οὕτως ἀσυμπαθὴς, ὡς μὴ οἰκτείρειν τὸν ἀπολλύ-
μενον; Ἐκεῖνον δὲ μόνον πρὸς τὴν ἐγχείρησιν τῆς
θεραπείας ἐκίνησε τὸν μόνον ἐν τῷ περιττεύοντι τῆς
φιλανθρωπίας, καὶ τοῖς ἀμηχάνοις ἐπιτολμῶν πρὸς
ἴασιν, ὅς τῇ ἀπωλείᾳ τοῦ ἀνδρὸς περιαλγήσας, διὰ τὴν
φυσικὴν αὐτοῦ πρὸς τοὺς ταλαιπωροῦντας συμπά-
θειαν, οἶόν τι πονηρῶν δηλητηρίων ἀλεξιφάρμακον,
τὸν ἀνατρεπτικὸν τῆςαἰρέσεως λόγον ἐποίησε, σκοπὸν
ἔχων ἀνασῶσαι πάλιν διὰ τούτων καὶ ἀποκαταστῆσαι
τῇ Ἐκκλησίᾳ τὸν ἄνθρωπον.
ʼὉ δὲ καθάπερ ὑπὸ φρενίτιδος παραπληγεὶς τὴν
διάνοιαν, ἀντιτείνει τῷ θεραπεύοντι, καὶ πολεμεῖ, καὶ
χάχεται, καὶ ἐχθρὸν νομίζει τὸν ἐκ τοῦ βαράθρου τῆς
ἀσεβείας ἀναλαβεῖν βιαζόμενον. Καὶ ταῦτα οὐχ ἀπλῶς
οὐτωσὶ κατὰ τὸ συμβὰν ἐπὶ τῶν προστυχόντων παρα-
ληρεῖ· ἀλλʼ ἔγγραφον στήλην τῆς μελαγχολίας ταύτης
καθʼ ἑαυτοῦ ἀνεστήσατο·καὶ ἐνμακρῷτῷχρόνῳσχολῆς
ἐπιτυχὼν ὀπόσης ἐβούλετο, ὑπὲρ τὰ μεγάλα καὶ πολύ-
σαρκα τῶν θηρίων bδινε λόγον ἐν παντὶ τῷ διὰ μέσου
χρόνῳ· καὶ βαρὺς ἦν ταῖς ἀπειλαῖς, ἐν ἀποῤῥήτοις ἔτι
διαπλάσσων τὸ κύημα· ὀψὲ δέ ποτε καὶ μόγις εἰς φῶς
προήγαγεν ἀμβλωθρίδιόν τι καὶ ἀτελεσφόρητον γέν-
νημα, ὅ πάντες μὲν οἱ τῆς αὐτῆς συμμετασχόντες
διαφορᾶς τιθηνοῦνται καὶ θάλπουσιν· ἡμεῖς δὲ διὰ
τὸν ἐκ τῆς προφητείας μακαρισμόν· Mακάριος γὰρ,
φησὶν, ὅς κρατήσει, κοὶ ἐδαφιεῖ τὰ νήπιά σουπρὸς
τὴν πέτραν· ἐπειδὴ καὶ εἰς ἡμετέρας ἀφίκετο χεῖ-
ρας, κρατῆσαι τὸ νήπιον τοῦτο λόγιον καὶ ἐδαφίσαι
πρὸς τὴν πέτραν, ὡς ἔν τι τῶν Βαβυλωνίων τέκνων
προεθυμήθημεν· 9 δέ πέτρα ἢν d Χριστός· τουτ-
έστι,τῆς ἀληθείας ὁ λόγος· μόνον ἔλθοι ἐφʼ ἡμᾶς ἡ
τὸ ἀσθενὲς ἐνισχύουσα δύναμις διὰ τῶν εὐχῶν τοῦ ἐν
ἀσθενείᾳ τοῦ σώματος τὴν δύναμιν ἑαυτοῦ τελειώ-
σαντος.
Εἰ μὲν οὗν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἀγία
ψυχὴ διὰ σαρκὸς ἐθεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ
ὑψηλὸν στόμα, κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν
χάριν αὐτῷ, τὴν ἄμαχον ἐκείνην ὴφίει φωνήν· τίς
ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε τι περὶ τῆς
δποθέσεως ταύτης τολμῆσαι καὶ φθέγξασθαι, πάντα
λόγον καὶ πᾶσαν ἠχὴν τῆς θείας ἐκείνης σάλπιγγος
ὑπερηχούσης; Ἐπεὶ δὲ ὁ μὲν πρὸς Θεὸν ὅλος ἀν-
έπτατο, πρότερον μὲν ἐν ὀλίγῳ τινὶ καὶ σκιοειδεῖ τῷ
λειψάνῳ τοῦ σώματος τῆς γῆς ἐφαπτόμενος, τῷ δὲ
πλείονι συμμετεωροπορῶν τῷ Θεῷ· νυνὶ δὲ καὶ τὴν
σκιὰν ἐκείνην τοῦ σώματος προσαφεὶς καὶ καταλιπὼν
sICor. X, 1.
V Psal. CxααV, 9.