PG 45, col. 260

φρονήματος καθαίρεσιν φέροντα , καὶ τὴν τοῦ γένους
ἀξίαν ὑϐρίζοντα, ὡς μὴ ἂν ἑλέσθαι ταῦτα , ἐφ’ οἷς
νῦν χαλεπαίνει, τὸν ὀνομαστὸν ἐκεῖνον, καὶ⁵ διώνυμον
Πρίσκον τὸν τοῦ πατρὸς τούτου πατέρα. Ὅθεν τούτῳ
τὰ λαμπρά , καὶ περίϐλεπτα τοῦ γένους ἐστὶ διηγή-
ματα. Ὁ μύλων, καὶ τὸ σκύτος, καὶ τὸ οἰκετικὸν σι-
τηρέσιον, καὶ ή λοιπὴ τοῦ Χαναὰν κληρονομίαο καὶ
ἐπὶ τούτοις ἔδει κακίζεσθαι τοὺς τὴν μετάστασιν αὑ-
τοῖς προξενήσαντας. Συντίθεμαι τούτῳ κάγὼ, ὅντως
ἄξιοι τῆς παρ’ αὐτῶν μέμψεως, οἱ τούτων αὐτοῖς αἶα
τιοι γεγονότες, εἴπερ ὅλως εἰσί τινες, ἢ γεγόνασιν·
ὅτι τῶν προϐεϐιωμένων ἡ γνῶσις διὰ τούτων συγκα-
λυφθεῖσα παραιρεῖται τῶν σεμνοτέρων τὴν μνήμην ⁵
καὶ ούκ ἐᾷ πολυπραγμονεῖσθαι τὰ τῶν παρόντων
πρεσϐύτερα· ὁποίας ἑκάτερος τὸ καταρχὰς ἀξίας
ὡρμήθησαν , ποίαν ὲκ πατέρων ἔχοντες ἀκολουθίαν θ
τοῦ βίου’ τί μικρὸν, ἦ μεῖζον τῶν ἐλευθέροις πρε-
πόντων ἑαυτοῖς συνεγνωκότες, ἔπειτα τοσοῦτον ὲγνωσ
ρίσθησάν τε καὶ ὠνομάσθησαν, ὥστε καὶ βασιλεῦσι
γενέσθαι γνώριμοι, καθὼς μεγαλαυχείται νῦν τῷ
συγγράμματι, καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς ἐπ’
αὐτοῖς συγκινεῖσθαι, καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης τὰ
καθ’ ἑαυτοῦς διαφέρεσθαι.
Ἃρ’ οὐχὶ τῷ δντι τὰ μέγιστα διὰ τούτων ἡδί-
κηται, ἢ αὐτὸς οὗτος ὁ λογογράφος , ἦ ὁ προστάτης
αὑτοῦ, καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος,
ὃν μοι δοκεῖ μὴ τοσοῦτον πρὸς τὴν τῶν δογμάτων
ἀπάτην βλέπων ἐζηλωκέναι , πολὺ δὲ μᾶλλον πρὸς
τὴν τοῦ βίου παρασκευήν τε καὶ sumpta»; λέγω
δὲ ταῦτα , οὐ στοχασμοῖς τισι τεκμαιρόμενος, ἀλλὰ
τῶν ἀκριϐῶς ἐγνωκότων αὐτήκοος γεγονώς. Τὰ γὰρ
κατά τὸν Ἀέτιον τοῦτον ’Λθανασίου ποτὲ τοῦ Γαλα-
τῶν ἐπισκόπου λέγοντος ἥκουσα, ἀνδρὸς οὐκ ἄν τι
πρὸ τῆς ἀληθείας προτιμήσαντος, ἀλλὰ καλ⁴ εἰς μαρ·
τυρίαν τῶν πολλῶν τοῦ λόγου , Γεωργίου τοῦ ὲκ Λαο-
δικείας ἐπιστολὴν ὲπιδεικνύντος. Ἔλεγε δὲ μὴ παρὰ
τὴν πρώτην αὑτὸν ἐγκεχειρηκέναι τῇ τῶν δογμάτων
ἀτοπία · χρόνοις δὲ ὕστερον τέχνην βίου τὴν καινοί
τομίαν ταύτην προστήσασθαι · ἐκδύντα γὰρ αὐτὸν ἤδη
τὴν δουλείαν ἀμπελίδος τῆς κεκτημένης αὐτὸν (τὸ
δ’ ὅπως οὐδὲν δέομαι λέγειν,ὼς ἂν μὴ δόξαιμι κακοη-
θέστερον τοῦ διηγήματος ἅπτεσθαι) εἶναι μὲν καμι-
νευτὴν κατ’ ἀρχὰς, τὴν ἔμπυρον ταύτην, καὶ βάναυο
σον τέχνην διὰ χειρὸς ἔχοντα, σφύρᾳ βραχείᾳ , καὶ
ἄκμονι μικρῷ προσ-καθήμενον ὑπὸ τριχίνῃ σκηνῇ
γλίσχρως καὶ μετὰ πόνου τὰ ἀναγκαῖα τοῦ βίου διὰ
τῆς ἐργασίας ταύτης συμποριζόμενον. Τίς γὰρ ἂν
καὶ γένοιτο μισθὸς ἄξιος λόγου τῷ θεραπεύοντι τὰ
ὑπόσαθρα τῶν χαλκωμάτων, καὶ παραϐύῃντι τὰς ’
(Ir) Aetii vitam miserrimamdescribit Grcg. Mssa,
ait‘Tlteodorctus lib. de Ha’rct. fabulis.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.