PG 46, col. 1016

1
ΕΠΙΣΤΟΛΗ Γ⁹.
l
Ἰ
‹
Taiq κοσμιωτάταις candide _xalA€-bJ-a6£ard_targ
ἀδελφαῖς , Εὐστάθίῃ καὶ ’ᾼμόροᾳίᾳ . in}? τᾶ
ι
κοσμιωτάτῃ καὶ σεμνοτάτη θυγατρί Βασιλὶσσῃ
Γρηγόριος ἐν Κῳίῳ χαίρειν.
Ἦ μὲν τῶν ἀγαθῶν καὶ καταθυμίων συντυρχία, καὶ
τὰ γνωρίσματα τῆς μεγάλης τοῦ Δεσπότου ὑπὲρ ἡμῶν
φιλανθρωπίας, τὰ ὲν τοῖς τόποις δεικνύμενα, τῆς
μεγίστης ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπὸ·
θεσις. Ἀμφοτέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ Θεὸν
ἑορτὴ, διά τε τοῦ ίδεῖν τὰ σωτήρια σύμϐολα τού
ζωοποιησαντος ἡμᾶς Θεοῦ, καὶ διά τοῦ ψυχαῖς συν-
τυχεῖν, ὲν αἷς τὰ τοιαῦτα τῆς τοῦ Κυρίου χάριτος
σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πιστεύειν ὅτι
ἀληθῶς ὲν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν Θεὸν ἔχοντος ἡ
Βηθλεὲμ, ό Γ ολγοθάς, ό Ἐλαιὼν, ὴ Ἀνάστασις.’οτε
γὰρ διὰ τῆς ἀγαθῆς συνειδήσεως ό Χριστὸς ἔμμορ-
φωθῇ, καὶ καθηλώσας τῷ θείῳ φόϐῳ τὰς σάρκας
αὐτοῦ, καὶ συσταυρωθεὶς τῷ Χριστῷ, καὶ ἀποκυλίσας
ἀφ’ ἑαυτοῦ τὸν βαρὺν τῆς βιωτικῆς ἀπάτης λίθον,
καὶ ἐξελθὼν τοῦ σωματικοῦ μνημείου, ὡς ὲν καινό-
τητι ζωῆς πε ριεπὰτησε, καὶ ό καταλιπὼν τὴν κοίλην
καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωὴν, ἀναϐὰς δὲ διὰ
τῆς ὑψηλῆς ἐπιθυμίας είς τὴν ἐπουράνιον πολιτείαν,
καὶ τὰ ἀνω φρονῶν, οὗ ὀ Χριστὸς, καὶ μὴ βαρυνό-
μενος τῷ ἄχθει τοῦ σώματος, ἀλλ’ ὲξελαφρύνας διὰ
καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμ·
μετεωροπορείν ἐπὶ τὰ ἀνω τὴν σάρκα· οὗτος, κατὰ
γε τὴν ἐμὴν κρίσιν, ἐκείνων ἐστὶ τῶν κατωνομα-
σμένων, ὲν οἷς τὰ ὑπομνήματα τῆς τοῦ Δεσπάτου
ὑπὲρ ἡμῶν φιλανθρωπίας ὁρᾶται. Ἐπειδὴ τοίνυν
εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους τόπους, εἶδον
δὲ καὶ ὲν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ τὰ σημεῖα,
τοσαύτης ὲπληρὼθην χαρᾶς, ὥστε ὑπὲρ λόγον εἶναι
τοῦ ἀγαθοῦ τὴν διήγησιν. Ἀλλ’ ἐπειδὴ ἔοικεν ἀν-
θρωπον ὂντα δύσκολον εἶναι, ἵνα μὴ είπω ὃτι ἀδύνα-
τον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι· διὰ
τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγκατεμίχθητι
xal. τῶν πικραινόντων τὴν αἴσθησιν · ἐφ’ οἷς μετά τὴν
ἀγαθὴν τῶν εύφραινόντων ἀπόλαυσιν, πάλιν ἐπὶ τὴν
πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος , ὅτι
ἀληθὴςότοῦ Κυρίου λόγος ὁ εἰπὼνὸ).ον τὸν κόσμον ὲν
τῷ πονηρῷ κεῖσθαι· ὡς μηδὲν τῆς οἰκουμένης μέρος ³
ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος. EE γὰρ ὀ τὸ
ἅγιον τῆς ὅντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς
πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοι-
πῶν ἐννοεῖν τόπων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατ-
εσπάρη διὰ ψιλῆς ἀκοῆς καὶ κηρύγματος; ταῦτα δὲ
655.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.