PG 46, col. 1135

Solimi λυσάτω. Ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ἑρπετῶν
ἀναιρέσεως ἔστιν ἰδεῖν οὐκ εὐθὺς τὸν κατόπιν ὁλκὸν
τῇ κεφαλῇ συννεκρούμενον, ἀλλ’ ή μὲν τέθνηκε, τὸ
δὲ ἔτι ὲψύχωται τῷ ἰδίῳ θυμῷ, καὶ τῆς ζωτικῆς δυνά-
μεως οὐκ ἐστέρηται ⁸ οὕτω καὶ 6 τοῦ δράκοντος ἀν-
αιρέτηςο ὅτε πολὺ γέγονε τὸ θηρίον πάσαις ταῖς
καθέκαστον συναυξηθὲν γενεαῖς τῶν ἀνθρώπων, τὴν
κεφαλὴν ἀνελὼν, τουτέστι, τὴν τῶν καλῶν ἀναιρετι-
κὴν δύναμιν, τὴν πολλάς ἔχουσαν ἐν ἑαυτῇ κεφαλὰς,
οὐδένα τοῦ κατόπιν ὁλκοῦ πεποίηται λόγον, είς ἀφορ-
μὴν γυμνασίου τοῖς ἑφεξῆς τὴν ὲν τῷ νεκρῷ θηρίῳ
κίνησιν ὑπολειφθῆναι ποιήσας. Τίς οὖν ἡ θλασθεῖσα
κεφαλή; Ἢ θάνατον εἰσενεγκοῦσοι τῇ πονηρᾷ συμ-
ϐουλῇ, ἡ τὸν θανατηφόρον ἰὸν ἐμϐαλοῦσα τῷ ἀνθρώ-
πῳ διὰ τοῦ δήγματος. Ὀ τοίνυν καταλύσας τοῦ θανά-
του τὸ κράτος, τὴν ὲν τῇ κεφαλῇ τοῦ ὄφεως δύναμιν,
καθώς φησιν 6 Προφήτης, συνέθλασεν · 6 δὲ λοιπὸς
τοῦ θηρίου ὁλκὸς τῷ ἀνθρωπίνῳ συνεσπαρμένος βίῳ,
ἕως ἂν τὸ ἀνθρώπινον ὲν τοῖς κατὰ κακίαν κινήσε-
σιν, ἀεὶ τῇ φολίδι τῆς ἁμαρτίας περιτραχύνει τὸν
βίον · τῇ μὲν δυνάμει ἤδη νεκρός ἐστι, τῆς κεφαλῆς
ἀχρειωθείσης. ἐπειδὰν δὲ παρέλθῃό χρόνος, καὶ στῇ
τά κινούμενα κατά τὴν προσδοκωμένην τῆς ζωῆς
ταύτης συντέλειαν, τότε τὸ ούραῖόν τε καὶ τὸ ἔσχατον
τοῦ Ἐχθροῦ καταργεῖται, τοῦτο δέ ἐστιν 6 θάνατος ’
καὶ οὕτως 6 παντελὴς ἀφανισμδς τῆς κακίας γενήσε-
ται, πάντων εἰς ζωὴν διὰ τῆς ἀναστάσεως ἀνακλη-
θέντων · τῶν μὲν δικαίων, εὐθὺς είς τὴν ἄνω λῆξιν
μετοικισθέντων, τῶν δὲ ταῖς ἁμαρτίαις ἐνισχομένων,
τῷ τῆς γεέννης πυρὶ παραδιδομένων.
Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὴν παροῦσαν χαρὰν, ἢν
εὐαγγελίζονται τοῖς ποιμέσιν οἱ ἄγγελοι, ἢν οἱ ού-
ρανοὶ διηγοῦνται τοῖς Μάγοις, ἢν τὸ πνεῦμα τῆς
προφητείας διὰ πολλῶν καὶ διαφόρων ἀνακηρύττει,
ὓς καὶ τοὺς Μάγους κήρυκας γενέσθαι τῆς χάριτος.
Ὁ γὰρ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους και ἀδίκους,
l βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἤνεγκε τὴν
ίκτῖνα τῆς γνώσεως, καὶ τὴν δρόσον τοῦ πνεύματος
*ορ
(αἱ είς ἀλλότρια στόματα ’ ὥστε τῇ παρά τῶν ἐναν-
τίων μαρτυρία βεϐαιωθῆναι μᾶλλον ἡμῖν τὴν ἀλή-
θειαν. Ἀκούεις τοῦ οίωνιστοῦ Βαλαὰμ ἐπιπνοίᾳ κρείτ-
τονι τοῖς ἀλλοφύλοις ὲπιθειάζοντος, ὅτι Ἁνατελεῐ
ῐστρον ἐξ Ἰακώϐ. Ὁρᾷς τοὺς ἀπ’ ἐκείνου τὸ γένος
εατάγοντας Μάγους , ἐπιτηροῦντας κατά τὴν πρόρο
νησιν τοῦ προπάτορος τὴν τοῦ καινοῦ ἀστέρος ἀνα-
ο).ὴν, ὃς παρά τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος
παὶ κινήσεως μετέσχε, καὶ στάσεως, πρὸς τὴν χρείαν
κατέρων τούτων μεταϐαίνων. Τῶν γὰρ λοιπῶν
ιστέ ρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεί
φαίρᾳ, καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲ
,ὴ παυομένων ποτὲ τῆς κινήσεως · οὗτος καὶ κινεῖ-
αι, προηγούμενος τῶν Μάγων , καὶ ἵσταται κατα-
.ηνύων τὸν τόπον. Ἀκούεις τοῦ Ἡσαΐου βοῶντος,
τι Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υίὸς ἐδόθη ήιιῖν.
’³ Num. xxw, I7. ¹⁶ lsa. Ix, 6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.