PG 46, col. 1172

ἄρχοντας, ἀλλ’ ἀρχομένους ὑπὸ βαρϐάρων καὶ ἀθέων
ἀνδρῶν ὴ τοῦ Θεοῦ μακροθυμία παρέδειξεν ο ὥστε τὸ
τῆς εὐσεϐείας αὐτῶν δόκιμον ἰσχυρῶς διαφανήσεσθαι.
Καὶ δείκνυσιν ὂ τε Ἀϐραὰμ ὲν Αἰγύπτῳ γενόμενος,
καὶ⁹ τὴν γυναῖκα ὑπὸ τοῦ Φαραὼ ἀφαιρούμενος, καὶ¹
ὲν παροικίᾳ τὴν ἐπηγγελμένην αύτῷ γῆν οἰκῶν.
Ὡσαύτως τε ὁ τούτου υἱὸς, ικαὶ ἐκείνου γόνος, τὸν
Ἰσαάκ φημι καὶ τὸν Ἰακὼϐ, αὖθίς τε ό ἐκείνου σω-
φρονέστατος παῖς Ἰωσὴφ, δοῦλος γενόμενος, καὶ τό
δεσμωτήριον οἰκεῖν καταδικαζόμενος. Οὐκοῦν οῦ τὴν
εἰς κοσμικὴν εὐδοξίαν τε καὶ μεγαλαυχίαν παρά.
Β κλησιν τοῦ Ἰσραὴλ ό σοφὸς Συμεὼν ἐξεδέχετοο
τὴν ὅντως ἀληθῆ, τὴν εις τὸ τῆς ἀληθείας κάλλος
μετάθεσιν. Χρηματισθέντος γὰρ αύτῷ πρὸ τῆς τοῦ
βίου μεταλλαγῆς ἰδεῖν τὸν Χριστὸν Κυρίου conva-
φανήσεσθαι, πνευματικῶς τὴν τοῦ λαοῦ παράκλησιν
ἐξεδέχετο. *Ηλθεν οὖν οὗτος ἐν τῷ Πνεύματι εἰς
τὸ ξερὸν, καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ
παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ ait}th
τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὑτὸν
εὶς τὰς ἀγκάλας αὐτοῦ, καὶ εὐλόγησεν τὸν Θεὸν
καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσπο-
τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνην ὅτιεῖδον ci
ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ
πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκά-
λυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὠ
μακάριε ἀληθῶς καὶ τρισμακάριε πρεσϐύταὲ Ὡς
μακαρία σου ἐκείνη ἠ ὅντως ἱερά εἰς τὸ ἱερὸν εἰσ·
οδος, δι’ ἦς πρὸς τὴν τοῦ βίου ἔξοδον ἔδραμες ! Ὧς
μακάρια σου τὰ ὄμματα τῆς ψυχῆς ὁμοῦ καὶ σῶμα·
τοςῑ Τὰ μὲν τῆς ὁρατῆς θεοφανεξας ὲν ἀντιλήψει
γενόμενα ° τὰ δὲ μὴ πρὸς τὸ ὁρώμενον ἀπιδόντα μό-
νον, ἀλλ’ αὐτῷ τῷ τοῦ Πνεύματος κατηυγασμένα
φωτὶ, καὶτὸν ὲν τῷ σώματι Θεὸν Λόγον γνωρίσαντα,
τὰ τὸ θεῖον εἰδότα σωτήριον, τὸ κατά πρόσωπον πὰν-
’των τῶν λαῶν ἡτοιμασμένον. Ὠς μακάριαι σου αἱ
χεῖρες αἱ τὸν Λόγον τῆς ζωῆς ψηλαφήσασαι ι Ὧς μα-
καρία σου ἡ γλῶττα ἡ τὴν ἀποκάλυψιν τοῦ ζωτικοῦ
φωτὸς εὐαγγελισαμένη ! Καὶ τί ἄν σοι καθ’ ’ἕκαστον
τῶν μελῶν ἰδικῶς ἁρμόζειν ἐπείγομαι ἔπαινον, ἤδη
σε ὅλον ἐπαινετὸν καὶ μακάριον, καὶ τῷ ἁγίῳ Πνεῦ-
ματι κάτοχον τοῦ εὐαγγελιστοῦ προδιδάξαντος ; Ἀλλὰ
δεῦρο, ὦ μακάριε ΙΙάτερ, τῇ ἐν σοὶ ὑπηχήσει τοῦ
[Ινεύματος δίδαξον ὠς τέκνα τῆς Ἐκκλησίας τὰ
θρέμματα τὸν ἀποκεκρυμμένον θησαυρὸν, καθάπερ
ἐν ὀστρακίνοις σκεύεσι τοῖς ὀλίγοις σου ῥήμασιν·
ἐπείπερ, πρὸς ὑμᾶς τε καὶ τοὺς καθ’ ὑμεῖς τῇ πολιᾷ.
τῆς ἄνω φρονήσεως κεκοσμημένους καὶ πρεσϐυτὲ-
ρους ὄντως ὑπάρχοντας, καὶ τῆς Ἐκκλησίας Πατέρας
χρη ματίζοντας, ὁθεῐος ἡμᾶς ὁδηγεῖ λόγος μαθητευ[σ]οο
μένους τὰ σωτηριώδη διδάγματα, Ἐπερώῖησοτ,
λέγων, τὸν πατέρα σου ο καὶ άωγγελεῖ σοι τοὺς
πρεσϐυτέρους σου, καὶγὲροῦσί σοι.
⁸³ Gen. ιιι, 9.0. ³³ Gen. xxxu, 20. ³² Deut. xxxu, 7.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.