PG 46, col. 255
ὁδηγῷ πρὸς τὸν βίον τῷ ὀνόματι χρώμενοι. Οὐκοῦν
τὸν ἅγιον Παῦλον πρὸς τά δύο ταῦτα καθηγεμόνα
ποιούμενοι, ἀσφαλεστάτην ἕξομεν όδηγίαν πρὸς τὴν
τῶν ζητουμένων σαφήνειαν. Οὗτος γάρ μάλιστα
πάντων ἀκριϐῶς, καὶ τί ἐστιν 6 Χριστὸς κατενόησε,
καὶ οἷον εἶναι χρὴ τὸν ἐπονομαζόμενον αὐτῷ, δι’ ὧν
ἐποίησεν, ὑφηγήσατο· οὕτως ἐναργῶς αὐτὸν μιμη-
σάμενος, ὡς ἐν ἐαυτῷ δεῖξαι τὸν ἐαυτοῦ Δεσπότην
μεμορφωμένον, διὰ τῆς ἀκριϐεστάτης μιμήσεως,
μεταϐληθέντος τοῦ τῆς ψυχῆς αὐτοῦ εἴδους πρὸς τὸ
πρωτότυπον, ὠς μηκέτι Παῦλον εἶναι δοκεῖν τὸν ζῶντά
τε καὶ φθεγγόμενον, ἀλλξ αὑτὸν τὸν Χριστὸν ἐν αὐτῷ
ζῇν· καθώς φησιν 6 καλδς τῶν ἰδίων ἀγαθῶν ἐπαι-
σθόμενος, ὅτι ι Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λα-,ι
λοῦντος Χριστοῦ. ι Καὶ, ὅτι ι Ζῶ δὲ ἐγὼ οὐκ ἔτι, ζῇ
δὲ ἐν ἐμοὶ Χριστός. ι
Οὗτος οῦν τοῦ κατὰ Χριστὸν ὀνομάζοντος ἐγνώρι-
σεν ἡμῖν τὸ σημαινόμενον, εἰπὼν, ὃτι Χριστός
ἐστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἀλλά καὶ εἰρήνην
αὐτὸν ἐκάλεσε, καὶ φῶς ἀπρόσιτον, ἐν ᾧ οἰκεῖ ό 8564,;-
ἁγιασμόν τε καὶ ἀπολύτρωσιν, ἀρχιερέα τε μέγαν,
καὶ Πάσχα, ἱλαστήριον ψυχῶν, ἀπαύγασμα δόξης,
χαρακτῆρα ὑποστάσεως, καὶ ποιητὴν αἰώνων, βρῶμα
πνευματικὸν καὶ πόμα, καὶ πέτραν, καὶ ὕδωρ, θε-
μέλιον πίστεως, κτιιί⁸ γωνίας κεφαλὴν, καὶ Θεοῦ τοῦ
ἀοράτου εἰκόνα, καὶ μέγαν Θεὸν, κεφαλήν τε τοῦ
τῆς Ἐκκλησίας σώματος, καὶ τῆς καινῆς κτίσεως
πρωτότοκον, καὶ ἀπαρχὴν τῶν κεκοιμημένων, πρω-
τότοκον ἐκ νεκρῶν, καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελ-
φοῖς, καὶ μεσίτην Θεοῦ καὶ ἀνθρώπων, καὶ Υίὸν
μονογενῆ δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, καὶ Κύριον
τῆς δόξης, καὶ ἀρχὴν τῶν ὄντων (οὕτως εἰπὼν περὶ⁵
αὑτοῦ· ⁸⁷ος ἐστιν ἀρχὴ), βασιλέα τε δικαιοσύνης
πρὸς τούτοις, βασιλέα εἰρήνης, καὶ βασιλέα τῶν
ἁπάντων, ἀπερίγραπτον ἔχοντα τῆς βασιλείας τὸ
κράτος. Καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὑκ ἔστιτὸ
πλῆθος ῥαδίως ἐξαριθμήσασθαιο άπερ πάντα συν-
τεθέντα πρὸς ἄλληλα, τῆς ἑκάστου τῶν ἐπωνύμων
διανοίας, τὸ παρ’ ἑαυτῆς είς ἔνδειξιν τοῦ σημαινο-
μένου συνεισφερούσης, ἔμφασίν τινα τῆς σημασίας
τοῦ κατὰ Χριστὸν ὀνόματος ἡμῖν ἐμποιεῖ, ὅσον
χωροῦμεν τῇ ψυχῇ κατανοῆσαι, τοσοῦτον τὰ τῆς
ἀφράστου μεγαλειότητος ἡμῖν ἐνδεικνύμενα. Ἐπειδὴ
τοίνυν πάσης ἀξίας τε καὶ ἐξουσίας καὶ δυναστείας
ὑπέρκειται τὸ τῆς βασιλείας ἀξίωμα, τῇ δὲ τοῦ Χρι..
στοῦ προσηγορίᾳ κυρίως καὶ πρώτως τὸ βασιλικὸν
διασημαίνεται κράτος (προηγεῖτο γὰρ, καθὼς ὲν
ταῖς ἱστορίαις ἐμάθομεν, τῆς βασιλείας ἡ χρίσις),
τῇ δὲ βασιλείᾳ πᾶσα ἠ τῶν λοιπῶν ἐμπεριέχεται δύ-
ναμις , τούτου χάριν 6 τὰ περιεχόμενα κατανοήσας ,
καὶ τὴν περιεκτικὴν τῶν κατά μέρος συγκατενόησε
δύναμιν. Αῦτη δέ ἐστιν ἡ βασιλεία, ἧς ἐνδεικτικὸν
bona. ἡ τοῦ Χριστοῦ κλῆσίς ἐστιν Οὐκοῦν ἐπειδῇ
ill Cor. xm, 5. ² Galat. Il, “20.