PG 46, col. 267

θοῦ, τὸ μήτε νοούμενον ἀξίως, μήτέ φραζόμενον.
Τὴν μὲν οὖν ὑπερκειμένην τῶν ὄντων οὐσίαν ἀφῆκεν
ἀκατονόμαστον ’τὸ δὲ συναφές τε καὶ ἀδιάστατον
τοῦ ἰ’ἰοῦ πρὸς τὸν Πατέρα διερμηνεύων, καὶ τὸ τῷ
ἀορίστῳ τε καὶ ἀϊδίῳ Πατρὶ ἀορίστως τε καί ἀῖδὶως
συνθεωρούμενον, ἀπαύγασμα δόξης καὶ χαρακτῆρα
ὑποστάσεως προσαγορεύειο τῷ μὲν ἀπαυγάσματι,
τὸ συμφυὲς ἐνδεικνύμενος’ τῷ δὲ χαρακτῆρι, τὺ
ἰσοστάσιον. Οὔτε γὰρ αὐτῆς πρὸς τὴν ἀπαυγάζουσαν
φύσιν ἐπινοεῖται τι μέσον , οὒτε τις τοῦ χαρακτῆρος
ἐλάττωσις πρὸς τὴν ὑπ’ αὑτοῦ χαρακτηριςομένην
ὑπόστασιν. Ἀλλά καὶ ό τὴν ἀπαυγάζουσαν φύσιν
νοήσας, καὶ τὺ ἀπαύγασμα ταύτης πάντως ,κατ-
ενάπσε. Καὶ ὁ τὸ μέγεθος τῆς ὑποστάσεως ἐν νῷ
λαϐὼν, τῷ ὲπιφαινομένῳ χαρακτῆρι ’πάντως ὲμμετρεῖ
τὴν ὑπόστασιν. Διὸ καὶ μορφὴν τοῦ θεοῦ λέγει τὸν
Κύριον, ού κατασμικρύνων τῇ τῆς μορφῆς ἐννοίᾳ τὸν
Κύριον, ἀλλα τὸ μέγεοος τοῦ Υἱοῦ ’διά τῆς μορφῆς
εέιῶεικνύμενος, ᾔὲνθεωρεῖται τοῦ [ἰατρὸς ἡ μεγα-
λειότης, οὐδαμοῦ τῆς ἰδίας μορφῆς ὑπερπίπτουσα,
οὐδὲ ἕξω τοῦ περὶ αὐτὴν χαρακτῆρος εύρισκομένη.
Ἀμορτρον γὰρ καὶ ἀκαλλὲς περὶ τὸν Πατέρα οὐδὲν,
ὖ μὴ τῇ ὡραιότητι τοῦ Μονογενοῷ ἐπαγάλλεται· διό
ῳησιν εὑ Κύριος , ὅτι ι Ὀ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ
τὸν Πατέρα, ι σημαίνων διά τούτου, μήτε ἔλλειψίν
τινα εἶναι, μήτε ὑπέρπτωσιν. Ἀλλὰ καὶ φέρειν
αὑτὸν λέγων τά πάντα τῷ τῆς δυνάμεως ῥήματι,
λύει τῶν τὰ ἀνεξερεύνητα πολυπραγμονούντων τὴν
ἀμηχανίαν, οἳ τὸν περὶ τῆς ὗλης ἀναζητοῦντες λό-
γον, οὐδαμοῦ τῆς πολυπραγμοσύνης ἵστανται, Πῶς,
λέγοντες , τῷ ἁύλῳ ἡ ὕλη ; καὶ πῶς τὸ ποσὸν ἐκ τοῦ
ἀπό-σου, καὶ ὲκτοῦ ἀσχηματίστου τὺ σχῆμα, καὶ
ἐκ τοῦ ἀοράτου τὺ χρῶμα, καὶ ὲκ τοῦ ἀορίστου
τὸ τοῖς ἰδίοις μέτροις ἑμπερατούμενον; Καὶ εί μη-
δεμία ποιότης περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον , πό·-
6εν ἐμπλέκεται ταῖς περὶ. αὐτὴν ποιότησιν ἡ ῦλη;
[Lina γάρ ταῦτα καὶ τά τοιαῦτα τῶν ζητουμέ-
νων λύει ὁ εἰπὼν, ὅτι τά σύμπαντα τῷ ῥήματι τῆς
δυνάμεως αὑτοῦ φέρει ὁ Λόγος ὲκ τοῦ μὴ ὄντος
είς γένεσιν. Πάντα γὰρ, ὅσα τὴν ἄῦλον εἴληχε φύ-
cu, μίαν αἰτίαν ἔχει τῆς ὑποστάσεως, τὸ ῥῆμα
τῆς ἀφράστου δυνάμεως. Ἐκ δὲ τούτων παιδευό-
⁵ιειεθτι πρὸς αὐτὸ βλέπειν, ἀφ’ οὑ τῶν ὖντωι
-ὲστὶν ἡ γένεσις. Ei γὰρ ἐκεῖθεν εἰς τὸ εἶναι παρ·
ἡ χθη μεν, καὶ ἰν αύτῷ συνεστήκαμεν, ἀνάγκη πᾶσα,
μηδὲν ἔξω τῆς γνώσεως πιστεύειν εἶναι τοῦ ὲν ᾧ ἐσμεν,
καὶ ἀφ’ οὗ γεγόναμεν, καὶ εἰς ὃν ἀναλύομεν. Τ αύτῃ
δὲ τῇ διανοίᾳ συγκατορθοῦται, κατά τὸ εἰκὸς, τὸ
τ κατὰ τὴν ζωὴν ἀναμάρτητον. Τίς γάρ ἐξ αὑτοῦ καὶ
δι’ αὐτοῦ καὶ ὲν αύτῷ ζῇν πιστεύων, μάρτυρα τῆς
ἀπεμψαινούσης ζωῆς τολμήσαι ποιήσασθαι τὸν ’ἐν
αύτῷ τὴν ἑκάστου ζωὴν περιέχοντα; Βρῶμα δὲ καὶ
πόμα πνευματικὸν ὀνομάζων τὸν Κύριον ὁ Θεῖος
“l Tim. vt, i6. ’⁵ Joan. xiv, lt). ²⁶ Hebr, ι, 3
PATROL. Gn. XLVI. 9

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.