PG 46, col. 521

ἐμὴν κρίσιν, ἐναντιούμενοι τῷ ίδίῳ σκοπῷ. δι’ ὧν
ἐξαίρουσιν είς μέγεθος, ὕποπτον ποιοῦντες διὰ τῶν
ἐγκωμίων τὸν ἔπαινον. Ὅσα γάρ ἐν τῇ φύσει τὸ με-
γαλεῖον ἔχει , οἴκοθεν τὸ θαῦμα ἐπάγεται, οὐδὲν τῆς
ὲκ τῶν λόγων συνηγορίας δεόμενα’ καθάπερ ὁ ούρα-
νδς, ἢ ὁ ἥλιος, ἦ ἀλλο τι τῶν τοῦ κόσμου θαυ μάτων⁶
τοῖς δὲ ταπεινοτέροις τῶν ἐπιτηδευμάτων ἀντὶ⁵ ὑπο-
ϐάθρας ὁ λόγος γινόμενος, μεγέθους τινὰ φαντασίαν
διά τῆς τῶν ἐπαίνων περινοίας προστίθησιν. Ὅθεν
πολλάκις τὸ ἐκ τῶν ἐγκωμίων κατασκευαζόμενον
θαῦμα, ὡς σεσοφισμένον καθυποπτεύεται ὑπὸ τῶν
ἀνθρώπων. Ἐπαινος δὲ μόνος ἱκανὸς τῆς παρθενίας
ἐστὶ, τὸ κρείττονα τῶν ἐπαίνων εἶναι τὴν ἀρετὴν
ἀποφήνασθαι, καὶ τῷ βίῳ θαυμάσαι μᾶλλονῆ τῷ
λόγῳ τὴν καθαρότητα’ ό δὲ ὑπόθεσιν ἐγκωμίων ταύο
την ὑπὸ φιλοτιμίας ποιούμενος, ἔοικε τὴν σταγόνα
τῶν οίκείων ἱδρώτων ἀξιόλογον είς προσθήκην νομί-
ζειν τῷ ἀπείρῳ πελάγει γενήσεσθαι, είγε ἀνθρωπίνῳ
λόγῳ δυνατὸν εἶναι τὴν τοσαύτην χάριν ἀποσεμνύναι
πεπίστευκεν. Ἦ γάρ τὴν ἐαυτοῦ δύναμιν ἀγνοεῖ, ἢ
ὅ ἐπαινεῖ οὐκ ἐπίσταται.
posse illuStrari atque ornari. Aut enim is suarum virium ignarus est, aut “id quod laudat non intel-
ligit.
ΚΕΦΑΛ. B'.
Ὀτι ἴδιον τῆς θείας τε καί ἀσωμάτου φύσεως
κατόρθωμά ἐστιν ἡ παρθενία.
Συνέσεως γὰρ ἡμῖν χρεία πολλῆς, δι’ ἧς ἔστι γνῶ-
ναι τὴν ὑπερϐολὴν τῆς χάριτος ταύτης , ἥτις συνεπι-
νοεῖται μὲν τῷ ἀφθάρτῳ Πατρί · ὃ δὴ καὶ παράδοξον,
ἐν Πατρί παρθενίαν εὑρίσκεσθαι, τῷ τε Υίὸν ἔχοντι,
καὶδίχα πάθους γεννήσαντι· τῷ δὲ Μονογενεῖ Θεῷ τῷ
τῆς ἀφθαρσίας χορηγῷ συγκαταλαμϐάνεται , ὁμοῦ τῷ
καθαρῷ καὶ ἀπαθεῖ τῆς γεννήσεως αὐτοῦ συνεκλάμ-
ψασα. Πάλιν τὸ ἴσον παράδοξον, Υἱὸς διά παρθενίας
νοούμενος. Ἐνθεωρεῖται δὲ ὡσαύτως καὶ τῇ τοῦ ἁγίου
Πνεύ ματος φυσικῇ καί ἀφθάρτῳ καθαρότητι. Τὸ γὰρ
καθαρὸν καὶ ἄφθαρτον ὀνομάσας, ἄλλῳ ὀνόματι τὴν
παρθενίαν ἐσῆμανας. Πάσῃ δέ τῇ ὑπερκοσμίῳ φύσει
συμπολιτεύεται, διὰ τῆς ἀπαθείας συμπαροῦσα ταῖς
ὑπερεχούσαις δυνάμεσιν, οὗτε τινὸς τῶν θείων χωρι-
ζομένη, καὶ οὐδενὸς τῶν ἐναντίων προσαπτομένη.
Πάντα γάρ ὅσα καὶ φύσει [καὶ] προαιρέσει πρὸς ἀρετὴν
νένευκεν, τῷ καθαρῷ πάντως ἐνωραῖξεται τῆς ἀφθαρ-
σίαςο καὶ ὅσα πάντα είς τὴν ἐναντίαν ἀποκέκριται
τάξιν, τῇ ἀποπτὼσει τῆς καθαρότητος τοιαῦτά ἐστι
καὶ ὀνομάζεται. Τίς οὖν ἐξαρκέσει δύναμις λόγων τῇ
τοσαύτῃ χάριτι παρισωθῆναι; Ἢ πῶς ού φοϐεῖσθαι
χρὴ, μὴ διά τῆς τῶν ἐπαίνων σπουδῆς λυμήνηταί τις
τὸ μεγαλεῖον τοῦ ἀξιώματος, ἐλάττω τὴν περὶ αὐτοῦ
δόξαν τῆς προειλημμένης τοῖς ἀκροαταῖς ἐμποιήσας ;
Οὐκοῦν καλῶς ἔχει, τοὺς μὲν ἐγκωμιαστικοὺς λόγους
ἐπὶ ταύτης ἐᾷν, ὡς ἀμήχανον ταῖς ὑπερϐολαῖς τῆς
ὑποθέσεως ωνεπᾶραι τὸν λόγον’ ὼς καὶ ἐστι δυνα-
τὸν ἀεὶ μεμνῆσθαι τοῦ θείου χαρίσματος , καὶ ἐπὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.