PG 46, col. 620

χθείσης κακίας ὁ ἄνθρωπος. Τοῦτο ἐν τῇ περιτομῇ,
τοῦτο ἐν τῷ Σαϐϐάτῳ, τοῦτο ἐν τῇ τῶν ἐδωδίμων πα-
ρατηρήσει, τοῦτο ἐν τῇ ποικίλῃ ζωοθυσίᾳ, τοῦτο ἐν
τοῖς καθ’ ἕκαστον παρατηρήμασι κατορθοῦται τοῦ
νόμου. Καὶ μακρὸν ἂν εἴη τὰ περὶ ἑκάστου ἡμῖν
αἰνιγματωδῶς είς τὸ τοῦ βίου καθάρσιον παρά τοῦ
νόμου δηλούμενα δι’ ἀκριϐείας ἐκτίθεσθαι. Ὠσπερ
τοίνυν διά τῆς περιτομῆς τῆς πνευματικῶς ἐπιτελου-
μένης ἡ φύσις τὸ ἐμπαθὲς ἀποτίθεται, περιαιρουμένη
τὸν σαρκώδη βίον ⁸ διά δὲ τοῦ Σαϐϐατισμοῦ, τὴν ἐν
τῷ κακῷ ἀπραξίαν διδάσκεται · ἡ δὲ ζωοθυσία κατα-
σφάζει τὰ πάθη, καὶ ἡ νενομισμένη περὶ τὰ βρώμα-
τα τῶν ἀκαθάρτων διάκρισις συμϐουλεύει σοι τοῦ
ρυποῦντός τε καὶ ἀκαθάρτου βίου τὴν ἀλλοτρίωσιν·
οὕτω καὶὴ ἑορτή σοι αὓτη τὴν ἑορτὴν ἐκείνην ὲν-
δείκνυται, πρὸς ἣν ἡ ψυχὴ διὰ τῶν ἀζύμων παρα·
σκευάζεται, ἐν ἑπτὰ ἡμέραις τῆς τοῦ ζυμωτοῦ βρώ-
σεως καθαρεύουσα, ὧν τὸ αι’νιγμα τοιοῦτόν ἐστιν’
'0 τῶν rma ἡμερῶν ἀριθμὸς τὸν παροδικόν σοι
τοῦτον¹ χρόνον ἐκδείκνυται, τὸν δι’ ἑϐδομάδων ἀνακυ-
κλούμενον. Ἐν ᾧ χρὴ δι’ ἐπιμελείας εἰς τὴν ἐνεστῶ-
σαν ἡμέραν μηδὲν τῆς χθιζῆς κακίας λείψανον δια-
σώζεσθαι , ὡς ἂν μή τινα στύψιν καὶ ὀξίδα τῷ οη
μερινῷ φυράματι ἡ τῆς ἑώλου κακίας ποιήσειεν. Ὁ
ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν,
φησιν ὁ Ἀπόστολος, ὁ μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ
ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εὶ·
λικρινείας καὶ ἀληθείας ἑορτάξειν ἐγκελευόμενος.
"O δὲ περὶ τοῦ ἐνὸς τῆς κακίας εἴδους ἔγνωμεν, ἀνα·
λόγως τοῦτο πε ρὶ τῶν λοιπῶν τῆς κακίας εἱδῶν διδα-
σκόμεθα · ἡδὲ πικρὶς ἐκϐάλλει τὸ καταϐεϐλακευ-
μένον ἐν τῷ βίῳ καὶ ἔκλυτον· ἀντεισάγει δὲ τὶν
ἐγκρατῆ καὶ κατεσκληκότα, καὶ τῇ αἰσθήσει δύσλη-
πτον βίον. Ἐπειδὴ πᾶσα παιδεία οὐ δοκεῖ πρὸς τὸ
παρὸνιχαρᾶς εἶναι, ἀλλά λύ λης.
'0 τοίνυν διὰ πάσης τῆς τοῦ βίου τούτου ἑϐδομά-
δος ἀνεπίμικτον παλαιᾶς κακίας καὶ ἄζυμον τὴν ἀεὶ
ἐνεστῶσαν κατορθῶν ἡμέραν, ὄψον τῆς ζωῆς ποιού-
μενος τὴν ἐγκράτειαν, οὗτος ἐαυτὸν πάσης σκοτεινῆς
ἐπιμιξίας χωρίζει. Τοῦτο γὰρ ἡ τεσσαρεσκαιδεκάτη
τοῦ σεληναίού δρόμου ἐνδείκνυται. Ἐπειδὴ γὰρ ἐννέα
εἰσὶν αἱ πᾶσαι τοῦ σεληναίου δρόμου , καὶ εἴκοσι καὶ
ἡμίσεια , ἐν αἷς ἐκ νεομηνίαςὴ σελήνη δι’ αὐξήσεως
τελειωθεῖσα τῷ κύκλῳ, πάλιν διὰ μειώσεως εἰς τὴν
παντελῆ τοῦ φωτὸς ἔκλειψιν ἐπανέρχεται, δηλονότι τὶ
ἥμισυ τοῦ μνημονευθέντος ἀριθμοῦ τεσσαρεσκαιδε-
κάτη ἐστὶ, καὶ μικρὸν ἔτι πρός. Οὐκοῦν, ὅταν ἐν τούτῳ
τύχῃ οὖσα ἠ σελήνη τῷ σχήματι, ἐπειδὴ συμπροῖοῦσα
κατὰ τὸν ἴδιον δρόμον τῷ νυκτερινῷ διαστήματι, προεῖ-
τίθησι τὺ λεῖπον τῷ κύκλῳ, ὥστε πληρωθεῖσαν φω-
τὸς ταῖς αὐγαῖς τῆς ἡμέρας τὰς παρ’ ἑαυτῆς λαμπη-
δόνας συμπαρακαταμίξαι, ὡς μήτε κατά τὴν ἐσπέ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.