PG 46, col. 712

οὐρανίοις ἀδύτοις ἔϐλεπεν, ὑπὲρ τῶν πλημμελούντων
ἐξιλεοῦτο. Εὐεργεσίᾳ τὴν μιαιφονίαν αὐτῶν ἀμεισό-
μενος, βοῶν ὲν ταῖς τῶν φονευτῶν ἀκοαῖς. καὶ λέγων ο
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.
Καὶὸ μὲν, ἐξήλειφεν αὐτῶν δι’ εὐχῆς τὴν ἁμαρτίαν,
ἢν ταῖς παρανόμοις αὐτῶν χερσὶν at μιαιφόνοι ἐχει-
ρογράφουν ⁶ οί δὲ καὶ πρὸς τὴν εὐχὴν παρωξύνοντο,
καὶ οὐ πρότερον ἀνίεσαν βάλλοντες, ἕως οὗ ό μέγας
Στέφανος καθάπερ ἄνθεσιν ἁπαλοῖς, ἢ δρόσῳ τινὶ
κούφῃ περιῤῥεόμενος είς τὸν γλυκὺν καὶ μακάριον
ὕπνον ἐκλίθη. ’Δλλ’ ἔφθασεν ἡ νίκη τοὺς ἄθλους, καὶ
πρὸ τῶν ἀγώνων ὁρῶμεν τὸν στεφανίτην. Πρὶν γὰρ
θεωρῆσαι τὴν ἀγωνίαν, πρὸς τὸ πέρας τῶν ἄθλων
ὐπὸ τοῦ λόγου παρήχθημεν. Ἔδει γὰρ, οἴμαι, μὴ
παραδραμεῖν ὲκείνα τῷ λόγῳ, δι’ ὧν μάλιστα ἡ τοῦ
μάρτυρος ἀρετὴ διεδείκνυτο ⁸ οἷον ἦν τὸ τῶν φονῶν-
των συνέδριον, καὶ πῶς κατὰ τὸ ἴσον πᾶσι, πρὸς
τὸν φόνον ό θυμὸς διεγήγερτο · δτη πρὸς τὸ κακὸν
ἦν τοῖς συνειλεγμένοις ἡ σύμπνοια · οἷον ἑκάστου τὸ
βλέμμα, οἷον τὸ σχῆμα, οἷον τὸ περὶ τοὺς ὀδόντας
πάθος, καθὼς παρασημαίνεται ὴ θεία Γραφῇ, ὅτι
διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔϐρυχον τούς
ὀδόντας ἐπ’ αὐτόν. Καὶ ὲν μέσῳ τοιούτων καὶ τοσού-
των ἑστὼς, καὶ πάσῃ τῇ ἀντικειμένῃ δυνάμει τῇ ἐν
τοῖς μιαιφόνοις ἐνεργουμένη ἑαυτὸν ἀντεγείρων, διὰ
πάντων ὑπερέσχε τῷ μεγαλοφυεῖ τοῦ φρονήματος·
ἀντιτιθεὶς τῷ μὲν θυμῷ τὴν μακροθυμίαν, ταῖς δὲ
ἀπειλαῖς τὴν ὑπεροψίαν, τῷ δὲ τοῦ θανάτου φόδῳ
τὴν τῆς ζωῆς καταφρόνησιν , τῷ δὲ μίσει τὴν ἀγά-
πην · τῇ δυσμενείᾳ, τὴν εὐμένειανο τῇ συκοφαντίᾳ,
τὴν τῆς ἀληθείας φανέρωσιν. Οὐ γὰρ δι’ ἐνὸς τρόπου
νικητὴς ὁ τῆς ἀληθείας ἀγωνιστὴς ἀπεδείκνυτω
ἀλλά πρὸς πᾶν εἶδος κακίας τῆς τότε τοῖς Ἰουδαίοις
ἐνεργουμένης ἑαυτὸν διὰ τῆς ποικίλης ἀρετῆς καταο
μερίσας, καὶ πᾶσι ξυνεπλάκη, κού⁵ καθυπερέσχε τῶν
πάντων. Οὐτως ἀκούω καὶ ὲν τοῖς γυμνικοῖς ἀγῶσι
τοὺς πλεονεκτοῦντας κατά τὴν δύναμιν, πρὸς ὅλον
πολλάκις ἀποδυομένους τὸ γυμνικὸν στάδιον, κατά
πάντων φέρεσθαι τῶν ἀντιπάλων τά νικητήρια.
Τοιοῦτος ὁ τοῦ σταδίου τῶν μαρτύρων καθηγησά-
μενος· ὃς πρὸς πᾶσαν τοῦ ἀντικειμένου τὴν δύναμιν
ἑαυτὸν ἀντιτάξας, λαμπρὸς τῇ κατὰ πάντων ἀναδείο
κνυται νίκη. Τὴν γὰρ ψευδώνυμον σοφίαν, τὴν διὰ
Λιϐερτίνων καὶ Κυρηναίων καὶ τῶν ἀπὸ τῆς Ἀλεξάν-
δρου πόλεως σοφῶν αὐτῷ προσπαλαίουσαν, διὰ τῆς
ἀληθοῦς σοφίας κατηγωνίσατοο τὸν φόϐον. διὰ
τῆς παρρησίας · τὴν ἀπειλὴν, διὰ τῆς ὑπερο-
ψίας· τὴν πικρίαν. διά τῆς εὐποιίας·
τὸ ψεῦ-
δος, διὰ τῆς ἀληθείας. Oi μὲν πρὸς τὸν φόνον
ἔϐλεπον, καὶ ἤδη τάς χεῖρας τοῖς λίθοις ἐξώπλι-
ζον, καὶ τῷ βλέμματι καὶ τῷ ἄσθματι καὶ τῇ
τῶν ὀδόντων συμπτώσει τὴν πικρίαν ἐπισημαί-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.