PG 46, col. 714

σθαι, ὡς ἐκείνῳ μὲν τὴν ζωὴν, τοῖς δὲ ἀντικειμένοις
φέρειν τὸν δλεθρον ° ἀλλ’ ὧν αὐτὸς ἠξίωτο καὶτοὺς πο-
λεμίους ὼς ἀγαθῶν αὐτῷ συναιτίουςὶμὴ ἐκπεσεῖν. 06-
τως οἶδεν 6 Χριστὸν βλέπων τοῖς πολεμοῦσι προσφέ-
ρεσθαι. Ἐπειδὴ γὰρ εἶδε τῆς μακροθυμίας τὸν νομο-
θέτην, ὐπεμνή σθη τῶν νόμων τῶν ἀγαπᾷν τοὺς ἐχθροὺς
κελευόντων , καὶ καλῶς ποιεῖν τοῖς μισοῦσι, καὶ ὑπὲρ
τῶν πολεμούντων προσεύχεσθαι. Ἀλλ’ 6 μὲν ἀθλητὴς,
οὐκ ἐξ ἀνθρωπίνων ἐπαίνων δοξάζεται. Οὐδὲ γὰρ 6
σκοπὸς αὐτῷ τῆς ἀθλήσεως πρὸς τὴν ἑξ ἀνθρώπων
ἔϐλεπε δόξαν ⁸ ἀλλ’ ὑπερϐὰς πάντα τὸν κόσμον τῇ
μεγαλοφυῖςι⁵ τοῦ κατορθώματος, καὶ τὰ μέτρα τῆς
ἀνθρωπίνης δυνάμεως συμπαρέδραμε , πᾶσαν ἐγκω-
μιαστικὴν δύναμιν κατόπιν ἑαυτοῦ ῥίψας.
Οὐκοῦν, 6 μὲν ὲχέτω κατά παντὸς ἀνθρωπίνου
λόγου τὰ νικητήρια · ἡμῖν δὲ συναγωνιςέσθω τῇ κατ’
αὐτὸν ἱστορίᾳ πρὸς τὴν τῶν ψυχῶν σωτηρίαν. Καθά-
περ γάρ ὲν τοῖς σωματικοῖς ἀθληταῖς, οἱ τῶν
ἀγώνων παυσάμενοι, παιδοτριϐοῠσι τοὺς νέους ταῖς
ἀθλητικαῖς γυμνασίαις, διά τινος τεχνικῆς εὐστροφίας
ὲκδύνειν τὰς λαϐὰς τῶν ἀντιπαλαιόντων διδάσκοντες ’
οὕτως οἶμαι δεῖν καὶ ἡμᾶς διὰ τοῦ μεγάλου Στεφάνου
παιδοτριϐηθῆναι τὴν εὐσέϐειαν, ὡς ἂν δι’ αὐτοῦ
φύγωμεν τάς τῶν Πνευματομάχων λαϐάς. Φασὶ γάρ
οἱ λυσσῶντες κατά τῆς δόξης τοῦ Πνεύματος, συν-
ήγορον εἶναι τῆς ἐκείνων ἀτοπίας τὸν Στέφανον, ὃς
ὲνατενίσας τῷ οὐρανῷ εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν
ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Λέγουσι τοίνυν ἐπ’
ἀνατροπῇ τῶν τῆς εὐσεϐείας δογμάτων, ὅτι, Ei μετά
Πατρός καὶ Υίοῦ δεῖ πάντως ἀριθμεῖσθαι τὸ Πνεῦμα,
πῶς οὐκ εἶδεν 6 Στέφανος ὲν τῇ ὀπτασίᾳ μετά τοῦ
Υἱοῦ καὶ τὸ Πνεῦμας Πῶς οὖν ὀρέξει τὴν χεῖρα τοῖς
διά τῶν τοιούτων λόγων ὐποσκελιζομένοις 6 Στέφα-
νος; πῶς ἀνορθώσει τῇ ἁγωνιστικῇ τέχνῃ τούς
ὐποκλάζονταςς Ἦ αὐτόθεν ἐστὶν ἡ βοήθεια ή ἀνατρέ-
πουσα τὴν ἀπιστίαν τοῦ προσπαλαίοντος. Ζητεῖς, ὧ
Πνευματομάχε, ὅτι , Εἰ ἡ δόξα τοῦ Πατρὸς ῶφθη, καὶ
6 Υἱὸς τὴν ὲκ δεξιῶν στάσιν έχων, ποῦ τὸ Πνεῦμας
Εἰ ἦν ὲν σοὶ τὸ Πνεῦμα, οὐκ ἂν προκείμενον τὸν περὶ
αὐτοῦ λόγον παρέδραμες, ὥσπερ oi πηροὶ τὰς ὄψεις,
τὸ πρὸ τῶν ποδῶν κείμενον χρυσίον ἀγνοοῦντες παρέρ-
χονται. Ἀλλά νῦν γοῦν ἄκουσον, ετ γε μὴ συνέχεις
κατὰ τούς Ἰουδαίους τὴν ἀκοήν. Πῶς εῐδε τὴν ὑπερου-
ράνιον δόξαν 6 Στέφανος; τίς αὐτῷ τὰς πύλας τῶν
οὐρανῶν διεπέτασενς *Δρ* ἀνθρωπίνης δυνάμεως ἧν
τὸ κατόρθωμας ἇρά τινος τῶν ἀγγέλων πρὸς τὺ
ὕψος έκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναϐιϐάσανο
τος; οὐκ ἐστι ταῦτα· οὐ γὰρ οὕτως ὴ κατ’ αὐτὸν
ἱστορία φησιν, ὅτι Στέφανος δὲ πολὺς κατὰ τὴν δύ-
τήν·

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.