PG 46, col. 745

homines dignitate ob regium imperium praediti sint, pontificis appellationem sibi sumpserunt, et
lugubri obscuraque purpura hujus indignitatis nomine induuntur, ad imitationem infelicium pontill-
cum, indignitate splendida atque illustri, triste et inamoenum gestantes indumentum, nonnunquam
autem impuro altari appropinquantes pro imperatoribus coqui fiunt, aves occidentes, et miserorum
pecorum viscera rimantes ac perscrutantes, et spurcitie sanguinis tanquam macellarii quidam
lanii carnium venditores vestem fmdantes. ›
Μετά ταύταςτὰς φωνὰς τοῦ δικαίου, οὐκέτι ούδ
τὴν πλαστὴν φιλανθρωπίαν καὶ ἐσχηματισμένην c
ἄρχοντες ἐπεδείκνυντο· ἀλλά καὶ ἀσεϐέστατον πρὸ
τοὺς Θεοὺς καλοῦντες, καὶ ἐτι τῶν βασιλέων ύὸριστὴ
καὶ βλάσφημον, πρῶτον μὲν ἐπὶ τοῦ βασανιστηρίοτ
ξύλου κρεμάσαντες, τὸ σῶμα κατέξαινον · ὁ δὲ, τῶν
δημίων σφοδρῶς ἐνεργούντων, καρτερὸς ἦν καὶ ἀνέν-
δοτος ,
καὶ στῖχον ἐκ τῆς Ψαλμωδίας ταῖς βασάνοις
ἐπῇδεν· Εὺλυγυήσω τὸν Κύριον ἐν παντὶ καιρῷ,
διὰ παντὸς ,ἠ αἵνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Καὶ οί μὲν τῶν σαρκῶν ἀπέξεοψ ὀ δὲ ἔψαλλεν, ὡς
ἄλλον τινὸς ὑφισταμένου τὴν τιμωρίαν. Διεδέξατο
τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ
θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ
πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαιο
νουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἐωρίτο τοῖς ἔξωθεν,
ὼς καὶτὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὅφιν
καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον,
καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος,
καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ
πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ
τὴν εὐσέϐειαν, ἦλθεν ἐπ’ αὑτὸν ἠ κατακρίνουσα
φος, καὶ πυρὶ τελειωθῆναι κελευσθεὶς, αὑτὸς μὲν
ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν ·
ἡμῖν δὲ τήν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλι-
πε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας
ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν
ὑπὲρ ήμῶν παρά Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νό-
σων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λι-
μένα τῶν χειμαζομένων ταῖς θλίψεσι. πενήτων εὑ-
θηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον,
πανήγυριν τῶν ἑορταζόντων ἄληκτον. El γάρ καὶ
ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν,
ἀλλ’ οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμέ-
νων τὸ πλῆθος, μυρμήκων δὲ σώζει τὴν όμοιότήτα
ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων,
τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις.
studiose advenientium multitudo, ac formicarum similitudinem servat ea quae huc pertinet via pu-
blica, cum alii quidem ascendant, alii vero venientibus cedant.
Ἡμεῖς μὲν οῦν, ὧ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύ-
κλον καταλαϐόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος,
⁴ἰγθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλο-
μαρτύρων σύλλογον , τόν τε κοινὸν προσκυνοῦντες
Δεσπότην, καὶ⁵ τήν ἐπινίκιον πληρώσαντες τῶν σῶν
ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου
ποτ’ ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε
ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ,
εἴτε τινὰ ἐπουράνιον ἁψῖδα περιπολεῖς, ἦ χοροῖς
⁸ Psal. χχχιιι, l.
Ρλτιιοι. Gn. XLVI.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.