PG 46, col. 860
In English: Funeral Oration on Meletius 1
τοῦ αἰρετικοῦ ὐδατος πεπληρωμένας, πλήρεις τοῦ
ἀκηράτου οἴνου ἐποίησεν, ὲν τῇ δυνάμει τῆς πίστεως
μεταποιήσας τὴν φύσιν. Ἔστησεν ὲν ὑμῖν πολλάκις
κρατῆρα νηφάλιον, τῇ γλυκείᾳ αὐτοῦ φωνῇ δαψιλῶς
οἰνοχοήσας τὴν χάριν πολλάκις ὑμῖν προεθήκατο
τὴν λογικὴν πανδαισίαν. '0 μὲν εὐλογῶν καθηγεῖτο ’
οἱ δὲ καλοὶ οὗτοι μαθηταὶ, διηκόνουν τοῖς ὄχλοις μυ-
θοποιοὖντες τὸν λόγον. Καὶ ήμεῖς εὐφραινόμεθα, τὴν
τοῦ γένους ὐμῶν δόξαν, οἰκείαν ποιούμενοι. Ὠς
καλὰ μέχρι τούτου τὰ διηγήματα· ὼς μακάριον ἦν
τούτοις ὲναπολῆξαι τὸν λόγον. Ἀλλὰ μετὰ ταῦτα τίς
Καλέσατε τὰς θρηνούσας, 6 Ἱερεμίας φησίν. Οὐ
γὰρ ἔστιν ἄλλως φλεγομένην καρδίαν καταπεφθῆναι,
ὑπὸ τοῦ πάθους οίδαίνουσαν, μὴ στεναγμοῖς καὶ
δακρύοις κουφιζομένην. Τότε παρεμυθεῖτο τὸν χωρι-
σμὸν ή τῆς ἐπανόδου ἐλπίς· νῦν δὲ τὸν ἔσχατον
ήμῶν χωρισμὸν ἁπεσχίσθη. Χάσμα μέγα μεταξύ
αὐτοῦ τε καὶ τῆς Ἐκκλησίας κατὰ τὸ μέσον ἐστήρι-
κται ο 6 μὲν ὲν τοῖς κόλποις τοῦ Ἀϐραὰμ ἀναπαύει
ται” 6 δὲ διακομίζων τὴν σταγόνα τοῦ ὓδατος, ἵνα
καταψύξῃ τῶν ὀδυνωμένων τὴν γλῶσσαν, οὐκ ἐστιν.
Οίχεται τὸ κάλλος έκεῖνο, σιγᾷ ή φωνή · μέμυκε τὰ,
χείλη , ἀπέπτη ή χάρις. Διήγημα γέγονεν ή εὐκλη-
ρία. Ἐλύπει ποτὲ καὶ τὸν Ἰσραηλίτην λαὸν Ἠλίας
άπὸ γῆς πρὸς Θεὸν ἀνιπτάμενος. Ἀλλά παρεμυ·
θεῖτο τὸν χωρισμὸν Ἐλισσαῖος, τῇμηλωτῇ τοῦ δι..
δασκάλου κοσμούμενος. Νυνὶ δὲ τδ τραῦμα ὑπὲρ
θεραπείαν ἐστίν· ὅτι καὶ Ἠλίας ἀνελήφθη, καὶ
Ἐλισσαῖος οὐχ ὑπελείφθη. Ἠκούσατε τοῦ Ἱερεμίου
φωνάς τινας σκυθρωπάς καὶ γοώδεις, ἃς ὡς ἐρημω-
θεῖσαν¹ τὴν πόλιν Ἱεροσολυμιτῶν κατεθρήνησενο ὃς
ἄλλα τέ τινα περιπαθῶς διεξῆλθεν κα)⁸ τοῦτό φησιν ·
Ὀδοὶ Σιὼν πενθοῦσιν. Ταῦτα τότε μὲν εἴρηται,
νῦν δὲ πεπλήρωται. Ὅταν γάρ περιαγγελθῇ τοῦ πά-
θους ἡ φήμη, τότε πλήρεις ἔσονται αί ὁδοὶ τῶν πενο-
θούντων, καὶ προχεθήσονται οἱ ὐπ’ αὐτῶν ποιμαι-
νόμενοι, τὴν τῶν Νινευῖτῶν φωνὴν ἐπὶ τοῦ πάθους
μιμούμενοι· μᾶλλον δὲ κάκείνων ἀλγεινότερον ὀδυ-
νώμενοι. Τοῖς μὲν γὰρ 6 θρῆνος τὸν φόϐον ἔλυσεν’
τοῖς δὲ λύσις οὐδεμία τῶν κακῶν ἀπὸ τῶν θρήνων
ὲλπίζεται. Οἶδά τινα τοῦ Ἱερεμίου καὶ ἄλλην φωνὴν,
ταῖς βίϐλοις οὖσαν τῶν Ψαλμῶν ἐναρίθμιον, ἢν ἐπὶ
τῇ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἐποιήσατο. Φησὶ δὲ 6
λόγος, ὅτι Ἕν ίτέαις ἐκρεμὰσαμεν ἑαυτῶν τὰ
ὄργανα, σιωπὴν ἑαυτῶν τε καὶ τῶν ὀργάνων κατα-
δικάσαντες. Ἐμὴν ποιοῦμαι τὴν ᾠδὴν ταύτην. Ἐὰν
γὰρ ἴδω τὴν αἱρετικὴν σύγχυσιν (Βαϐυλὼν δέ ἐστιν
ἡ σύγχυσις), καὶ ἐὰν ἴδω τούς πειρασμοὺς τοὺς
διὰ τῆς συγχύσεως ῥέονταςο ταῦτα ἐκεῖνά φημι τὰ
Βαϐυλώνια ῥεύματα, οἷς προσκαθήμενοι κλαίομεν,
ὅτι τὸν διάγοντα ἡμᾶς διὰ τούτων οὐκ ἔχομεν. Κᾶν
τὰς ἰτέας εἴπῃς, καὶ τά ἐπὶ τούτων ὄργαναο ἐμὸν