PG 46, col. 862
In English: Funeral Oration on Meletius 1
τοῦτο λέγων, τοὺς τοῦ ἀμπελῶνος ἐργάτας. Δότε οὖν
τὸν ὑμέτερον οἶνον τοῖς λυπουμένοις, οὐ τὸν τῆς
μέθης ἐργάτην, καὶ τῶν φρενῶν ἐπίϐουλον, καὶ
φθορέα τοῦ σώματος, ἀλλά τὸν τὴν καρδίαν εὐφραίο
νοντα, ὃν ὁ Προφήτης ἡμῖν ἐπεδείκνυε λέγων ο Οἷνος
εὐφραίνει καρδίαν ἀνθρώπου. Μειζοτέρῳ τῷ κρά-
ματι, καὶ ἀφθονωτέραις δεξιοῦσθέ τοῦ πνευματικοῦ
λόγου ταῖς κύλιξιν, ὥστε ἡμῖν πάλιν εἰς εὐφροσύνην
καὶ ἀγαλλίασιν πε ριστραφῆναι τὸ πένθος, χάριτι τοῦ
μονογενοῦς Υίοῦ τοῦ Θεοῦ, δι’ οὗ ἡ δόξα τῷ Θεῷ, καὶ
Β Πατρὶ είς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
"—M
ΕΙΣ ΠΟΥΑΧΕΡΙΑΝ ΛΟΓΟΣ
EJUSDEM
ORATIO CONSOLATORIA
ΙΝ FUNERE PULCHERUE.
Eodem interprete.
Οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι. Διπλῆν τε γάρ
ὁρῶ τὴν ὑπόθεσιν, καὶ σκυθρωπὴν καθ’ ἑκάτερον, ὡς
μὴ ῥᾴδιον ἔξω δακρύων τὸν λόγον ἐλθεῖν, ὁτιοῦν ἐξ
ἀμφοτέρων ἑλόμενον. Ἦ παροῦσα τοῦ χρόνου περρο
οδος, καθὼς ἡμῖν χθὲς τοῦτο παρὰ τοῦ ποιμένος ἠγ·-
γελτο , σκυθρωπῶν πραγμάτων τῶν τῇ γείτονι πό-
λει ποτὲ διὰ τοῦ σεισμοῦ συμπεπτωκότων περιέχει
τὴν μνήμην. Ἀ τίς ἀδακρυτὶ διεξέλθοι; ἠ δὲ μεγάλη
καὶ περιφανὴς αῦτη και τῆς ὑφ’ ἡλίῳ πάσης προ-
τεταγμένη καλλίπολις ἄλλον σεισμὸν ὑπέστη, καὶ οὗ
μικρὸν ἀπεσυλήθη κόσμον, τοῦ ὲν αὐτῇ λάμψαντος
φωστῆρος εἰς προσθήκην τῆς βασιλικῆς εὐκληρίας
ἀθρόως ἀφαιρεθεῖσα, καὶ¹ διὰ τοῦτο τῇ κατηφείᾳ. τῶν
βασιλέων συσκυθρωπάζουσα. Τὸ δὲ λεγόμενον, οὐκ
ἀγνοεῖτε πάντως, οἱ πληροῦντες τὸν σύλλογον, ὁρῶντες
αὐτόν τε τὸν τόπον τοῦτον ὲν ᾧ συνειλέγμεθα καὶ
τὴν ὲν τῷ τόπῳ κατήφειαν. Οὐκ οἶδα τοίνυν πρὸς
ποῖον σεισμὸν τρέψω τὸν λόγον, πρὸς τὸν νῦν ἢ τὸν
πάλαι γενόμενον; Ἥ καλῶς ἔχει πρὸς τὸ ὑπερϐάλλον
τοῦ πάθους στῆναι, καὶ καταπραΰνειν τῆς πόλεως
τὴν ἰδίαν ἀλγηδόνα λογισμοῖς τισι τὸ πάθος καταφαρ-
μάσσοντα. Et γὰρ καὶ μὴ πάντες οἱ τοῦ κακοῦ συμ-
μετέχοντες τῷ συλλόγῳ πάρεισιν · άλλά διὰ τῶν παρ-
όντων ίσως καὶ είς τοὺς μὴ παρόντας ό λόγος δια-