PG 46, col. 972

κρεῖττον ἢ κατὰ ἄνθρωπον ἦν· τὸ δὲ ἐν σώματι
φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι. καὶ τοῖς diser;-
τικοῖς ὀργάνοις συξῇν , ἐν τούτῳ τῆς ἀγγελικῆς τε
καὶ ἀσωμάτου φύσεως τὸ ἔλαττον εἶχον. Τάχα δ’ ἄν
τις τολμήσας εἴποι μηδέ καταδεεστέραν τὴν παραὶ.-
λαγὴν εἶναι ο ὅτι σαρκὶ συζῶντες, καθ’ ὁμοιότητα
τῶν ἀσωμάτων δυνάμεων, οὐκ ἐϐαροῦντο τῷ spuli:qu
τοῦ σώματος· ἀλλ’ ἀνωφερὴς τε καὶ μετέωρος ἦν
αὐτῶν ή ζωὴ, ταῖς οὐρανίαις συμμετεωροποροῦσα
δυνάμεσιθ χρόνος ἦν τῆς τοιαύτης διαγωγῆς, οὐκ
ὒλίγος ο καί-συνηύξετο τῷ χρόνῳ τὰ κατορθώματα ,
ἀεὶ πρὸς τὸ καθαρώτερον ταῖς τῶν ἐφευρισκομένων
ἀγαθῶν προσθήκαις τῆς φιλοσοφίας ἐπιδιδοὺσης.
Ἶίν δέ αὐτῇ, ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ
βίου σκοπὸν ὑπηρετῶν, ἀδελφός τις (Spuri-nmo; .
Πέτρος ὄνομα αὐτῷ , ἐφ’ ἔληξαν τῆς μητρὸς ἡμῶν
αἱ ὠδῖνες. Οὗτος γὰρ ἦν ὁ τελευταῖος τῶν ὠδίνων
ὃς ὁμοῦ τε
βλαστός ⁸ ὃς ὁμοῦ τε υίὸς, καὶ ὀρφανὸς ὠνομάσθη·
ἆμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς , καταλείπει
ὁ πατὴρ τὸν βίον. Ἀλλ’ ή πρεσϐυτάτη τῶν ἀδελφῶν,
περὶ ἧς ό λόγος , μικρά τῆς θηλῆς αὑτὸν παρὰ τὴν
πρώτην γένεσιν μετασχόντα, εὐθὺς ἀποσπάσασα τῆς
τιθηνουμένης, δι’ ἑαυτῆς ἀνατρέφει τε καὶ ἐπὶ πᾶα
σαν τὴν ὑψηλοτέραν ἦγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν
μαθημάτων ἐκ νηπίων αὑτὸν ἐνασκήσασα , ὡς μὴ
δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλι-
θῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ , πατὴρ , διδά-
σκαλος, παιδαγωγὸς, μήτηρ , ἀγαθοῦ παντὸς σύμ-
ϐουλος, τοιοῦτον αὐτὸν ἀπειργάσατο, ὡς πρὶν ἐξελ-
θεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακίῳ, τῇ
ἁπαλότητι τῆς ἡλικίας ἀνθοῦντα , πρὸς τὸν ὑψηλθὶςν
τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι. Καί τινι φύσεως
εὐκληρίᾳ πρὸς πᾶσαν τέχνην ἰδίαν τὴν διὰ χειρὸς
ἐνεργουμένην ἐπιτηδείως ἔχειν , ὡς μηδενὸς καθηγου-
μένου , διὰ πάσης ἀκριϐείας ἑκάστου τὴν ἐπιστήμην
κατωρθωκέναι , ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ή
μάθησις γίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν
τῶν λόγων ἀσχολίας ὑπεριδὼν , ἱκανὴν δέ διδάσκαλον
παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων , ἀεί τε
πρὸς τὴν ἀδελφὴν βλέπων , καὶ σκοπὸν ἀγαθοῦ παν-
τὸς ἐκείνην ποιούμενος, εἰς τοσοῦτον ἐπέδωκεν ἀρε-
τῆς εἶδος , ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασιλείου
δοκεῖν ἔχειν ἐν τοῖς κατ’ ἀρετὴν προτερήμασιν ἐν τῷ
μετὰ ταῦτα βίῳ. Τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελφῇ
καὶ τῇ μητρὶ, συνεργῶν αὑταῖς πρὸς τήν ἀγγελικὴν
ἐκείνην ζωήν.
Ὃς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης,
καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας
πρὸς τὴν ἐσχατιάν , ἐν κατῴκουν , ἐπιρρεόντων ο
τοσοῦτον δι’ ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν , ὡς
πλήθει τῶν ἐπιφοιτώντων, πόλιν εἷναι τὴν ἐρημίαν
δοκεῖν· ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσαή

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.