PG 47, col. 517

ταιότηςματαιοτήτων, λέγων, τὰ πάντα ματαιότης.
Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν
ἐθελήσητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης
ἡδονῆς, ἐάν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστή-
σητε συνηθείας. Καίτοι γε 6 Σολομῶν ἐν τοῖς ἀνω
γενόμενος χρόνοις οὐδὲ πολλὴν ἀπῃτεῖτο φιλοσοφίας
ἀκρίϐειαν· οὔτε γὰρ τρυφᾷν 6 παλαιὸς ἐκώλυε νό-
μος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν πε-
ριττὸν ἔφησεν εἶναι καὶ μάταιονο ἀλλ’ ὅμως καὶ
οὕτω τῶν πραγμάτων ἐχόντων ἡδυνήθη συνιδεῖν τὸ
ἐν αὐτοῖς ἀνόνητον, καὶ πολλὴν αὐτῶν καταγνῶναι
ματαιότητα. Ἡμεῖς δέ ἐπὶ μείζονα καλούμεθα πο·-
λιτείαν, καὶ πρὸς ὑψηλοτέραν ἀναϐαίνομεν κορυ-
φὴν, καὶ πρὸς μείζονα άπεδυσάμεθα σκάμματα. Kal
τί γὰρ ἕτερον ἀλλ’ ἢ κατά τὰς ἄνω δυνάμεις τὰς
νοεράς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κε-
λευόμεθα; Πῶς οὗν οὒκ αἰσχρὸν καὶ πολλῆς ἀξιον
κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ -
μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλοτέ-
ρους, καθάπερ ἐκεῖνος, ἀλλά καὶ τῶν κεκωλυμένων
καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἀπτεσθαις Τὸ γάρ
ἔρωτα ἐν τῇ ψυχῇ πονηρὸν τρέφειν, καὶ πρὸς ἐπιθυ-
μίαν ὀρᾷν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλό-
τριον, καὶ καταισχύνειν μέν ἐαυτὸν, βλάπτειν δέ
τοὺς ἀσθενεστέρους, καὶ πολλάς μὲν Ἕλλησι παρ-
έχειν λαϐἀς, πολλὰς δέ Ἰουδαίοις, καί τούς τε οί-
κείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν
τῆς τοῦ Θεοῦ δόξης κατασκευάζειν βλασφημίαν, καὶ
δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν
τῶν βιωτικῶν πραγμάτων θόρυϐον ἑαυτοὺς είσωθεῖν,
καί⁸ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ
διαϐόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάτ-
τεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις,
ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηράν μὲν τῷ
κοινῷ τῆς Ἐκκλησίας προστρίϐεσθαι δόξαν, καται-
σχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ
τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προ-
φάσεις, καὶ ἕτερα πλείονα τούτων κατασκευάζειν
δεινά (ἅπαντα γὰρ οὔτε συνιδεῖν, οὔτε λόγῳ παρα-
στῆσαι δυνατὸν, ὅσα διά τῶν πραγμάτων αὐτῶν
ὑπομένουσι), καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ,
καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον. Ὥστε εί καὶ
μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες
,μ-υ
α’. Οίμοι, ψυχήί μετά γὰρ τοῦ προφήτου καὶ ἐμοὶ
νῦν εὔκαιρον τοῦτο είπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ
πολλάκις, Οίμοι, ψυχήί πρᾶγμα ἡλίκον, καὶ ὅσης
γέμον φιλοσοφίαςι Ἠ παρθενία καθύϐρισται, καὶ
τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα
ἀνῄρηται, ὑπὸ ἀναισχύντων κατασπασθέν χειρῶν,
καὶ τά ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνά καὶ
φρίκης γέμοντα γέγονε βέϐηλα xal πᾶσι βατά, καὶ
ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ
κατηνέχθη κάτω, ώς τάς γεγαμημέναςμακαρίζεσθαι
μᾶλλον. Ἀεὶ μὲν γάρ ἡ παρθενία μετά τοῦ γάμου
. ταττομένη τά πρωτεῖα εἶχε, [249] καὶ τὴν προεδρίαν
ἃπασαν θ νυνὶ δέ οὐδὲ ἐν τῇ δευτέρᾳ τάξει μένειν δε-
δύνηται, ἀλλά πόρρω που καὶ πρὸς τὴν ἐσχάτην
ἶξΐὶωίιιε apI_Jd ξονὶι. ξηρὸς τὰς ἐχούσαιςΔ ἄνδραςσυνεισ-
ᾴιτους, hoc ést, Adversus 'eu's qm" rr'fos' ἰὴίνοάεὶςιῖιὶοε ha—
bent. Initio SafiLoipog'yJ-‘fi, οῖ’μοι, μετά.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.