PG 47, col. 522

οὐκ ἐργάζεται μανίαν; πῶς-δέ οὐ δόξουσιν εἰκότως
λέγειν μᾶλλον ὀἰ κατηγοροῦντες. ἢ ὑμεῖς οἰ ἀπολο-
γούμενοι; Τί γάρ εἰκὸς, εἰπέ μοι, ἐπιθυμεῖν ἀνδρα
γυναικὸς, ἢ μὴ ἐπιθυμεῖν; Πάντως ἂν εἴποιμεν ἐπιρ-
θυμεῖν. Πάλιν τῶν μυρίων ὡθουσῶν ἔξω προφάσεων
εὐλόγων οὑκ ἀνεχόμενον ἐξελθεῖν, ἀλλ’ εἰσωθοῦντα
ἑαυτὸν ἐπ’ οὑδενὶ μέν κατορθώματι, μυρίοις δὲ
ὀνείδεσι καὶ βλάϐαις οἰκείων τε καὶ ἀλλοτρίων,
τί είκός; ἐξ ἀγαθῆς τοῦτο προαιρέσεως πάσχειν,
ἢ ἐκ πονηρᾶς Τάχα ἂν ἐκ πονηρᾶς εῖποι τις
μᾶλλον. Πλὴν άλλά μηδὲν ὑπὲρ τούτων ἀκριϐολογιῦ-
μεθα, ἀλλὰ κείσθω μήτε κατὰ λόγον σκανδαλίζεσθαι
τοὺς σκανδαλιζομένους, μήτε δικαίως, ἀλλ’ εἰκῆ καὶ
μάτην · τίνος ἐνεκεν συνοικεῖς, εἰπέ μοι, τῇ παρθένῳς
Δι’ οὑδέν γὰρ ἡ συνοίκησις αὕτη νενομοθέτηται, ἢ δι’
ἔρωτα καὶ πόθον · ἐπεὶ περίελε τοῦτον, καὶ ἀνῄρηται
ἡ τοῦ πράγματος χρεία. Τίς γάρ ἃν ’ἐλοιτο ἀνὴρ ὢν
ταύτης χωρὶς τῆς ἀνάγκης γυναικείας. ἀνέχεσθαι
τρυφῆς καὶ ὕϐρεως καὶ τῶν ἀλλων τῶν τοῦ γένους
ἐλαττωμάτων ἐκείνου; Διά τοῦτο καὶ 6 Θεὸς ἐξ ἀρ-
χῆς τὴν γυναῖκα ταύτῃ καθώπλισε τῇ ἰσχύϊ, εἰδὼς
δτι σφόδρα εὐκαταφρόνητος ἔσται, μὴ ταύτην ἐπ-
αγομένη τὴν ἀρχὴν, καὶ δτι οὐδεὶς ἂν ’ἐλοιτο αὐτῇ
συνοικῆσαι καθαρεύων ἐπιθυμίας. ΕΞ γὰρ καὶ τοσαύ-
της ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἐτέρας
χρείας (καὶ γάρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι,
καὶ⁵ ἐτερα ἀλλα διακονούνται πολλά πλείονα τούτων) ·
εἰδὲ τοιαῦτα νύν καὶ τοσαῦτα λειτουργοῦσαι τοῖς
ἀνδράσιν εὑκαταφῴνητοι πολλάκις ἐγένοντο, καὶ
τῆς οἰκίας ἐξεϐλήθησαν, πῶς ἂν ἐπιθυμίας ,χωρὶς
ἦσαν ἡμῖν ποθειναὶ, καὶ ταῦτα τοσούτοις ἡμᾶς ὀνεί-
δεσι περιϐάλλουσαι; Ἢ λέγετε τοίνυν τὴν αἰτίαν τῆς
συνοικήσεως, ἦ οὐδεμίαν ὑποπτεύειν ἑτέραν ἀνάγκη,
ἀλλ’ ἢ πονηράν ἐπιθυμίαν καὶ ἡδονὴν ἐπονείδιστον.
ς’. Τί οὖν, ἂν δυνηθῶμεν, φη σὶν, αἰτίαν εὔλογον καὶ
δικαίαν εἰπεῖν, ἔσῃ μάτην ταῦτα περὶ ἡμῶν εἰρη-
ςκὼςς Μάλιστα μὲν,“ούδεμίαν ἐρεῖτε τοιαύτην · πλὴν
ἀλλά καὶ οὕτως ἐϐουλόμην μαθεῖν, εί τινα σκιάν γοῦν
ἔχετε εὐλόγου προφάσεως εἰπεῖν. Ἀπροστάτευτος,
φησιν, ἐστὶν ἡ παρθένος, οὑκ ἄνδρα ἔχουσα, ού κη-
δεστὴν, πολλάκις δὲ οὑδέ πατέρα, οὑκ ἀδελφὸν, καὶ
δεῖται τού χεῖρα ὀρέξοντος. καὶ τὴν ἐρημίαν παραμυ-
θησομένου,καὶ πανταχοῦ προϐεϐλημένου καὶ καταο
στήσοντος αὑτὴν ἐν ἀσφαλείᾳ πολλῇ καὶ λιμένι. Ποία
ἀσφαλείᾳ, καὶ ποίῳ λιμένι; Τὸν γάρ πρόϐολον οὑκ
εῖργοντα ὁρῶ τὰ κύματα, ἀλλ’ ἐπεγείροντα, καὶ τὸν
,λιμένα οὑκ ἀναστέλλοντα τὸν χειμῶνα, ἀλλά καὶτὰς
[256] οὑκ οὔσας τίκτοντα τρικυμίας. Εἶτα οὑκ αἰσχύ-
νεσθε, οὐκ ἐγκαλύπτεσθε τοιαῦτα ἀπολογούμενοι; Εἰ
γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κατ-
ηγορία, μηδὲ βλάϐη , μηδὲ σκάνδαλον, ἀλλὰ μετ’ εὑο
φημίας ἐξῆν τοῦτο αὑτὸ ποιεῖν, τίνος οὐκ ἂν ἦτε
ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς
φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμ-
ϐάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριϐούντες φρονι
τίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων
τινῶν ἀνταλλαττόμενοι; Σφόδρα γε· οὑ γάρ δυνή-
σεσθε περὶ ἀκτη μοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν
ὄντων καταφρονεῖν, οί πάντα ποιοῦντες ὅπως μένοι
καὶ αύξοιτο τὰ ὂντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο,
κάπηλοί τινες καὶ παλιγκάπηλοι δι’ ἐκείνας γενό-
μενοι, ἄχρηστοί γε. Οὑ γὰρ γενναῖαι ὑμῶν αἰ ἐλι-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.