PG 49, col. 257

σοφίας. EE γάρ ἀνθρώπου τέχνην ού δυνατὸν καταλα-
ϐεῖν τῷ ἰδιώτῃ, πολλῷ μᾶλλον τῆς τοῦ Θεοῦ προνοίας
το ἄπειρον ἀδύνατον συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ ·
Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὑτοῦ, καὶ ἀνεξ-
ιχνίαστοι αὶ ὁδοὶ αὑτοῦ. Ἀλλ’ ὅμως ἀπὸ τῶν ὀλίγων
καί⁸ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαϐόντες πίστιν,
ὑπὲρ ἀπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αύτῷ.
Kal γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίρρητος τοῖς
βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν.
Ἐρώμεθα γὰρ τοῦς ἀντιλέγοντας,τΑρα ἐστι Θεὸς;
κάν μὲν εἴπωσιν, ὅτι οὐκ ἐστι, μηδέ ἀποκρινώμεθα.
Ὥσπερ γάρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι,
οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν. Εἰ γὰρ πλοῖον
ὀλίγους ναύτας ἔχον καὶ ἐπιϐάτας, ούκ ἃν ούδέ ἐν
στάδιον διασωθείη χωρὶς τῆς κυϐερνώσης αὐτὸ χει-
ρὺς, πολλῷ μᾶλλον κόσμος [260] τοσοῦτος, τοσαῦτα
σώματα ἔχων ἐν ἐαυτῷ ἐκ διαφόρων συγκείμενα στοι-
χείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ
πρόνοια ἦν τις ἐφεστῶσά, καὶ τόδε τὸ πᾶν συγκρα-
τοῦσα καὶ συνέχουσα διηνεκῶς. Ἂν δὲ αἰσχυνθέντες
τὴν κοινὴν ἁπάντων ψῆφον καὶ τὴν ἀπὸ τῶν πραγμά-
-__—_.._..—_-
Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ι ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάϐολος· καὶ ὅτι οὐδὲν ἡμᾶς
Ὀμιλία ,β’ ο
α’. 'U μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν
χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν
ἐξέπεμψεν ἐκ τῆς οἰκίας ' οὗτος δέ ὁ Ἰσαὰκ ἐπιθυ·
μήσας ἄριστον ἐκ τῶν ήμετέρων χειρῶν λαϐεῖν, οὐχ
ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ’ αὐτὸς πρὸς τὴν
ἡμετέραν έδραμε τράπεζαν. Τί τούτου φιλοστοργότε-
ρον γένοιτ’ ἀν; τί δέ ταπεινότερον; ὃς οὕτω θερμὴν
ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον
καταϐῆναι ήνέσχετο. Διά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν,
τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν b κατα-
ϐαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πα-
τρικὴν ὄψιν, εύθέως ἐπελαθόμεθα τῆς ἀσθενείας ,
ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτε ρώθη μεν ὑπὸ τῆς ἡδονῆς,
εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη
ήμῶν ή ψυχή. Διά τοῦτο καὶ μετὰ προθυμίας τήν
τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὑλογήσῃ [261]
ἡμᾶς. Ούκ ἐστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ
ἐκεῖ τότε · ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ’έτερος δέ
εἰσήνεγκεν · ἀλλ’ ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖνκαὶ
εἰσήνεγκα. Εύλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν
πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαϐεῖν ἀεὶ,
καὶ τὴν ού σοὶ μόνον, ἀλλά καὶ ἐμοὶ καὶ τούτοις πᾶσι
χρησίμην· παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων
Δεσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν
⁸ Titulus in Sav. πρὸς τοῦς ζητοῦντας τίνος, κ.τ. ἐ.
ι Τῶν ποδῶν. lla Reg.,et hanc lectionem atl‘erl in nolis
Fronto Ducena ι ηοω utique vera et germana est, contra ve-
roilla,quam praefert edit. Morel. τῶν πολλῶν vitiata, ul ex
serie liquet. Pari vilio laborabat lccliosequens λαμπρὰν
πόλινρηό λαμπρὰν πολιὰν, splendidam οιιριὶιὶειῐι, q_u am lectio-
nem habelidejn eodex Reg. el Fronto _l)pcaalns]nnoli$,lei
tamen πόλιν in textu reliquerat, clcivitalcm in versioxic.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.