PG 56, col. 431

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝ’ΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟ ΛΕΓΟΝ,
αν, Ἀρχὴ σωτηρίας ἀνθρώπων 6 τοῦ Θεοῦ φόὸος.
καὶ ῥίζα πάντων τῶν ἐν ἡ μίν ἀγαθῶν 6 τοῦ Θεοῦ νό-
μος, οῦτε δὲ Θεοῦ νόμος ἀνευ φόϐου, οῦτε φόϐος ἄνευ
νόμον. '0 γὰρ νόμος τῶν ἐπιταγμάτων ὑπηρέτην
εχει τὸν φόϐον ⁸ 6 δὲ φόϐος τῶν προστεταγμένων δι-
καστὴν ἔχει τὸν νόμον. Ὀ μὲν οὖν φόϐῳ τῷ νόμῳ
προσερχόμενοι, καὶ τῷ τὸν νόμον δόντι Θεῷ, άγίοις
ἑμπολιτεύεται, καὶ ὁσίοις ἀναγράφεται · 6 δὲ κατα-
τολμῶν τοῦ θείου φόϐου, καὶ μετά ἀλαζονείας προσ-
έρχεται τῷ θείῳ νόμῳ, οὔτε τῆς χάριτος ἀξιοῦται.
ἀλλά καὶ τῆς εὐσεϐείας ἐκϐάλλεται. Διά τοῦτο οί μὲν
φόϐῳ καὶ πόθῳ προσιόντες τῷ θείῳ νόμῳ, μετά πά-
σης εὐθύτητος διδάσκονται καὶ φωτίζονται, καὶ παρ’
αὐτῆς τῆς ἀληθείας αὐτὴν παιδεύονται τὴν εὐσέϐειαν·
ὑποπίπτουσι γάρ αὐτῇ τῇ πηγῇ τῆς ἀληθείας, λέγον-
τες · Εὐλογητὸς εί, Κύριε ’ δίδαξον με τὰ δικαιώ-
ματά σου. Ἀλλ’ οί μὲν ἆγιοι οῦτως εὐλαϐεῖς, οὕτω
φιλόθεοι, οὕτω παρ’ αὐτῆς αὐτὴν μανθάνουσι τὴν
ἀλήθειαν ο οί δὲ τῆς ἀληθείας ἐχθροὶ, μᾶλλον δὲ τῆς
ἑαυτῶν ζωῆς πολέμιοι, ἀλαζονείαν καὶ τῦφον τῆς
ἁπλότητος προτιμήσαντες, τυραννικῷ σχήματι προσ-
έρχονται τῷ τῆς εὐσεϐείαις διδασκάλῳ. Ὃ δὴ πεποιὴ-
κασι καὶ Ἰουδαίων παῖδες, ὡς ἀρτίως ἐκ τῶν εὐαγ-
γελικῶν λόγων ἀκηκόατε. Τῷ γὰρ Κυρίῳ ἡμῶν ἰη-
σοῦ. τῷ βασιλεί τῶν ἁγίων, ἐνδιατρίϐοντι ἐν τῷ ναῷ,
προσέρχονται ὲν αὑτῴ τῷ ναῷ, οὐ μετά τοῦ πρέπον-
τος φόῦου . οὐχ [418] ὼς οἰκέται δεσπότῃ , οὐχ ὡς
ἀνθρωττοι Θεῷ, ἀλλ’ οὐδὲ ὡς μαθηταὶ διδασκάλῳ.
Ἐχθροὶ τῆς ἀληθείας, καὶ θηραταί κακίας, τὴν ἐαυ.
τῶν ἐνδεικνύμενοι πονηρίαν, λογισμοῖς ἀνθρωπίνοις
ἐπειρῶντο περιγράφειν τὴν σοφίαν τὴν ὑπε ρκόσμιον.
Προσῆλθον γὰρ, φησὶν , ἐν τῷ ιερῴ τῷ Ἰησοῦ οι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.