PG 56, col. 438

ἤκουσας, ὅτι Οί οὐρανοὶ διηγοῦνται φύσιν Θεοῦ,
ἀλλὰ, Δόξαν Θεοῦ. Οὑκ αὑτός σοιδιᾶ. τῆς ἁγίας
κιθάρας ἀνεϐόησεν, ὅτι Ol οὐρανοί διηγοῦνται δόξαν
Θεοῦ, οὑ φύσιν Θεοῦ; Οὑκ οὑσίαν ἑρμηνεύουσιν, ἀλλά
δόξαν Θεοῦ ἀναγγέλλουσιν. ’Δλλά μὴ νομίζῃς τὰς
ὑπερκοσμίους δυνάμεις εἰδέναι τι πλέον. Ἐρώτησον
ἀγγέλους, ἐρώτησον λέγω, οῦκ ἐπειδὴ ἐπιτέτραπταί
[ιει] σοι προσομιλεῖν ταῖς ἀνω δυνάμεσιν. ἀλλ’ ἐπειδὴ
ἐκ τῆς Γραφῆς ἔχεις τά φάρμακα, καὶ τὰ ἐπιστομί-
ζοντά σου τὴν Θρασύτητα. Ἐρώτησον τοὺς ἀγγέλους ·
ἐρώτησον ὅταν ίδῃς αὑτοὺς ἐπὶ γῆς χορεύοντας ἢ
ἀνυμνοῦντας. Εἰπὲ αὐτοῖς· Τί καινὸν διδάσκετες τί
ξένον ἀπαγγέλλετε; καὶ εὐθέως 6 θεῖος χορὸς ἀποκρι-
θήσεται σοι διά τῶν θείων Εὑαγγελίων · Δόξα ἐν ὑψί-
στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία. Ἦλθον ἐπὶ γῆς ἄγγελοι, καὶ τῆς δόξης τοὺς
ὅρους οὑχ ὑπερέϐησαν· καὶ αἱρετικοὶ τούτους ὑπερ-
ϐαίνειν οὑκ ὤκνησαν. Ἀλλά μήτι αί ἀνωτάτω δυνά-
μεις, αἱ ὑπὲρ τοὺς ἀγγέλους ; λέγω δὴ αἱ τῶν ἀρχαγ-
γέλων. Εἰσὶ δὲ ἐκεῖναι φύσεις διακεκριμέναι. Ἐρώ-
τησον τὰ Χερουϐὶμ, τόν βασιλικὸν θρόνον· Ὀ καθ·
ἥμενος ἐπὶ τῶν Χερουϐὶμ, ἐμφάνηθι. Ἐρώτησον τὰ
Χερουϐὶμ ώς θρόνον σαπφείρινον, καὶ ἐν τῷ θρόνῳ
καθήμενον ώς ὁμοίωμα Υίοῦ ἀνθρώπου. Καὶ φωνὴ
ἐγένετο τῶν Χερουϐὶμ, ὡς ὑδάτων πολλῶν βοῶσα·
Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτῆς.
δ. Ὁρᾷς καὶ τῶν Χερουϐὶμ τὴν εὑλάϐειαν ; Ἐφθαν
σεν εἰς δόξαν, καὶ οὑχ ὑπερέϐη τὸν ὅρον. Εὐλογη-
μένη ή δόξα Κυρίου. Καὶ πῶς; Ἐκ τοῦ τόπου
αὐτῆς · ἵνα δείξῃ σοι, ὅτι καὶ ἐν τοῖς οὐρανίοις τόποις
αὐλίζεται, καὶ πολὺ ὑψηλοτέραν τῶν οὐρανίων δυνά-
μεων καὶ ἀοράτων ὑπέρκειται τὴν ἀξίαν. Οὑ φθέγ-
γονται ὡς πλησιάζοντες, ἀλλ’ ὠς πόρρω ἀφεστηκότες
τῆς θείας ἀξίας · Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ
τόπου αὐτῆς. υὺχ ὅτι τόπον ἔχει · πάντα γάρ περι-
γράφει τόπον · ἀλλά τόπον Θεοῦ καλεῖ τὴν πε ρὶ αὑτὸν
ἀξίαν. Εἶδες τῶνΧερουϐιμ καὶ φωνήν ςεὺλογημένη η
δόξα Κυρίου. Καὶ οὐδὲν πλέον ἀνήγγειλε. Δεῖ γάρ σε
κύκλῳ παρεστῶτα, εἰδέναι τὰ τοῦ Θεοῦ καταγγέλια.
Τὰ γὰρ Σεραφίμ είστήκει κύκλῳ αὑτοῦ. Τί τοίνυν
μαθεῖν ἔστι παρ’ ὑμῶνς Μὴ κωλύσητε. Ἀλλ’ ἐρεῖ κά·
κεῖνα, ὅτι κᾶν ὑπερέχωμεν τὴν ἀξίαν, ἀλλ’ ἐπιγινώο
σκομεν ἡμῶν τῆς φύσεως τοὺς ὄρους, καὶ οὑχ ὑπερ-
πηδῶμεν τά μέτρα τῆς γνώσεως · οὑ πολυπραγμοσ-
νοῦμεν ἡμῶν τὸν κτίσαντα, οὑ περιεργαζόμεθα τὸν
τιμήσαντα. Οἴδαμεν τὴν ἀκατάληπτον φύσιν, ὅτι οὑχ
ὑποϐάλλεται ζητήσει ι, οὑ δουλεύει λογισμῶν ἀκολου-
θίαις · ὑπερέχει πᾶσαν ὁμοῦ διαὶ ἀγγελικὴν κατάστα-
σιν καὶ ὑπερκόσμιον ἔννοιαν καὶ πᾶσαν ὑπερουράνιον
δύναμιν ἡ δόξα τοῦ προσκυνουμένου. Διά τοῦτο
⁸ Cod. ζήτησιν. Colel. conj. ζητήσεσιν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.