PG 65, col. 56

ἀρχιερεὺς εἰσήρχετο εἰς τὰ ἆγια τῶν ἁγίων, ἔξω τοῦ
λαοῦ μένοντος, διὰ τὸ μικρὸν τῆς δυνάμεωςο ὁ δὲ
Σωτὴρ ἐπιϐὰς ἄδειαν τοῖς βουλομένοις δέδωκεν.
Θεοφίλου ἐπισκόπου , ἐξ τοῦ ,προσφωνητικοῦι
λόγου Πρὸς τοὺς φρονοῦντας τὰ Ὠριγὲνους.
Ἔφη δὲ οὕτως περὶ Χριστοῦ.
Ἵνα μὴ ὲν λόγῳ μόνῳ, ἀλλὰ καί ὲν δυνάμει Θεὸς
ἀληθινὸς ὁ φανεὶς εἶναι πιστεύηται,τῇ τῶν δρωμένων
μεγαλουργίᾳ τὴν περί αὐτοῦ δηλῶν ἀσφάλειαν, πλή-
ρης μὲν ὢν Θεὸς, αὐτοτελῶς δὲ ὲνανθρωπήσας, καὶ
μηδὲν ἀνθρωπείας ὁμοιώσεως καταλείψας ἐκτὸς,
πλὴν μόνης τῆς ἀνοσίου κακίας. Καὶ βρέφος γὰρ
γενόμενος, Ἐμμανουὴλ ὡμολογεῖτο, μάγων πρὸς
αὐτὸν ἰόντων, καίτῷ προσκυνεῖν καί Θεὸν εἶναι τὸν
φανέντα βοώντων ο ὅτι καὶ σαρκὶ σταυρούμενος, ἡλίου
συνέστελλεν ἀκτῖνας, καί τῷ ξένῳ Θαύματι τὴν οἰ-
κείαν σαφηνίζων θεότητα, οὐδαμοῦ σκορπίσας ἑαυ-
τὸν, ἢ διαλύσας εἰς σωτῆρας δύο. Ἀλλὰ καὶ τοῖς
μαθηταῖς ἔλεγε ο Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς
γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ό Χριστός.
Οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε (10),τοῦ
φαινομένου σώματος τὴν οἰκείαν διώριζε Θεότηταο
οὐδὲ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρετο εἶναι, ψυχῆς
καὶ σαρκὸςνδιωρίζετο, οὕτως ἄμφω τυγχάνων, Θεός
τε καὶ ἄνθρωπος, δοῦλος ὁρώμενος, καὶ Κύριος γνω-
ριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς Θεότητος τῷ ταπεινῷ
τῆς ⁷ὲνανθρωτιτήσεως ὑποκρυπτόμενος φρονήματι, τδ
δέ. γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῇ τῆς θεό-
τητος ὑπεραίρων ἐνεργείᾳ.
ιιι.
Fragmentum ex eadem Epistola Paschali ann. 401, § 4, sup. pag. 6l7.
Apud Theudor-itum Dial. tl, Opp. tom. I V, pag. 101.
Τοῦ μακρρῖιου βεσξίλορ επις-κόπου Ἀλεξάν-
’ δρείας,ὲκ τών Κατὰ Ὠριγένους.
Οὔτε τῆς ἡμετέρας ὁμοιώσεως, πρὸς ἢν κεκοινώ-
νηκεν, εἰς Θεότητος φύσιν μεταϐαλλομένης, οὕτε τῆς
Θεὸτητος αὐτοῦ τρεπομένης εἰς τὴν ἡμετέραν ὁμοίω-
σιν. Μένει γὰρ ὃ ἦν ἀπ’ ἀρχῆς, Θεός· μένει καὶ τὴν
ἡμῶν ἐν ἑαυτῷ παρασκευάζων ὓπαρξιν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.