PG 65, col. 701

ὕψους.
Z'. Kal τὸ λαμπάδων, φησὶν, ἐπάνω, καὶ ἑπτὰ
λύχνοι. Τίνες οἵδε ἑπτὰ λύχνοι; οἱ κατὰ μέρος νό- -
μοι. Πόθεν τοῦτο δῆλον; λέγει γὰρ 6 Aa6l6' Λύχνος
τοῖς ποσί μου ὀ νόμος σου, καὶ φῶς ταῖς τριϐοις
μου. Καὶ Σαλομὼν · Ὀτι λύχνος ἐντολὴ νόμος (50),
καὶ φῶς. Ἐνταῦθα οὖν λέγει τοὺς ὲπτὰ νόμους. Ὅτι
δὲ ἑπτα νόμοι ἦσαν, ἄκουε, Πρῶτος νόμος 6 ἔμφυτος,
περὶ οὗ φησιν 6 Παῦλος Ὅταν γὰρ ἔθνη τὰ μὴ νό-
μον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον
μὴ ἔχοντες, ἑαυτοῖς εισι νόμος. Δεύτερος νόμοςτ
6 διὰ τῆς ὅψεωςο ὃν γὰρ 6 νόμος κηρύττει δημιουρ-
τὸν, τοῦτον ἡ ὄψις διὰ τῶν κτισμάτων πιστοῦται.
Ἐκ γὰρ μεγέθους, καὶ καλλονῆς κτισμάτων,
ἀναλόγως ὀ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Τρίτος
νόμος, ἡ ἐπὶ τοῦ ξύλου ἐντολή· καὶ βοᾷ ὁ ἀπόστολος
Παῦλος· Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἠ ἐντολὴ
ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Τέταρτος νόμος, ὁ
ἐπὶ τοῦ Νῶε, ὲν τῇ νεφέλῃ. Πέμπτος νόμος, 6 ἐπὶ
τοῦ Ἀϐραὰμ, 6 τῆς περιτομῆς. Ἕκτος, 6 τοῦ γράμ-
ματος. Ἕὸδομος, 6 τῆς χάριτοςο καὶ ὅτι δὲ ὴ χάρις
νόμον ἔχει, ἄκουε πάλιν Παύλου λέγοντος · Ἀλλήλων
τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε
τὸν νόμον τοῦ Χριστοῦ. Λέγει δὲ Ἡσαΐας· Ἐκ
Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ
Ἰερουσαλήμ. Ἐνταῦθα οὖν λέγει ἑπτὰ λύχνους τοὺς
ἑπτὰ νόμους. Ἐπειδὴ γὰρ ἦλθεν 6 Χριστὸς ὅλους C
τοὺς νόμους πληρῶσαι κατὰ τὸν μακάριον Παῦλον,
τὸν λέγοντα· Πλήρωμα νόμου Χριστὸς εὶς δικαιο-
σύνηνο διὰ τοῦτο εἷπε τοὺς ἑπτὰ λύχνους, ἑπτὰ
νόμους. Καὶ ἑπτὰ ὲπαρυστρίδες τινες eici; τὰ ἑπτὰ
τοῦ Πνεύματος χαρίσματα. Πόθεν τοῦτο δῆλον; λέγει
μὲν Ἠσαῖαςο Ἐξελεύσεται ῥάϐδος ἐκ τῆς ῥίζης
Ἰεσσαὶ, [καὶ ἄνθος ἐκ ῥίζης] ἀναϐήσεται, καὶ
ἀναπαύσεται ἐπ’ αὑτὸν πνεῦμα Κυρίου, πνεῦμα
σοφίας καὶ συνέσεως· πνεῦμα ,Βουλής καὶ
ἰσχύοςο πνεῦμα γνώσεως καὶ εὐσεϐείας. Kal
πνεῦμα φόϐου Θεοῦ ἐμπλήσει αὐτόν· καὶ δύο
ἑπαρυστρίδες, καὶ δύο ἐλαῖαι ἐπάνω. Τίνες αἱ δύο
ἐλαῖαι; αἱ δύο διαθῆκαι. Καὶ διὰ τι ταύτας εἶπεν
ἐλαίαςς ἐπειδὴ ὥσπερ ὴ ἐλαία ἀειθαλὲς ἔχει τὺ φύλ-
λον, οὕτω καὶ αἱ δύο διαθῆκαι ἀπαύστους τὰς περὶ
Χριστοῦ ἔχουσι μαρτυρίας.
H’. Καὶ ἐπηρώτησα τὸν ἄγγελον, καὶ εἷπον Tl
ἐστι ταῦτα; καὶ εἶπεν ὁ ἄγγελος ο Οὐ γινώσκεις
τι ἐστι ταῦτα; καὶ εἷπον ο Οὐχὶ, Κύριε. Τ ί λέγεις,
ὦ προφῆτα; σὺ λέγεις, ὅτι Εἶδον λυχνίαν, καὶ
λαμπάδιον, καὶ λύχνους, καὶ ἐπαρυστρίδας. Πῶς
οὖν ἐρωτᾷς ἃ. εἶδεςς Ναί· εἰκόνα γὰρ ἔϐλεπον, καὶ
θαῦμα ἠρεύνων, φησίν. ’Ὠσπερ γὰρ οἱ πλέοντες ὲν τῇ
⁵³ Prov. vt. 2'5.
⁸⁸ Luc. ι. 78. " Psal. cxvtu, 105.
Vit, 1'2. ⁸⁷ Galat. vr, ‘2. ⁸⁸ lsa. ιι, 5.
(50) ιρις. νόμου, juxta LXX.
(3|) ln‘nube. lu qua nimirum Deus positum vo-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.