PG 66, col. 740

πεποιηκέναι ἕτερα ο ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι
Ἰωάννης φησὶν, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὺτὸν, ἀλλ’
ἵνα φανερωθῇ τῷ Ἰσραὴλ , διὰ τοῦτο ἦλθον ,ϐα-
πτίζων · εἰ γὰρ καθ’ ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν
ἐδεήθησαν oi Ἰσραηλῖται τοῦ αὑτὸν φανερώσαντος ⁸
τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι,
ἆτε παρὰ μειρακίου γενόμενα ’ ἓν δέ μόνον ἐμαρτύ-
ρησεν αὐτῷ ὁ Λουκᾶς . ὅτι ἐκαθέζετο δωδεκαετὴς ὢν
τῶν διδασκάλων ἀκροώμενος, καὶ διὰ τῆς ἐρωτήσεως
ἐδόκει αὐτοῖς Θαυμάσιος εἶναι · εἰκότως δέ καὶ κατά
λόγον οὐκ ἤρξατο τῶν σημείων ἐκ πρώτης ἡλικίας,
Β ἵνα μὴ δόξωσι φάντασμα. εἶναι. Πόθεν οῦν ἐπῆλθεν
τῇ μητρὶ μέγα φαντασθῆναι περὶ αὐτοῦ, φησίνς
ἀποκαλύπτεσθαι λοιπὸν ἤρχετο · καὶ ἐξ Ἰωάννου κα·
τάδηλος ἦν, ἐκ τῶν πρὸς τοὺς μαθητὰς εἰρημένων
αὐτῷ’ καὶ πρὸ τούτου δὲ πάντων, αὐτὴ ἠ σύλληψις,
καὶ τὰ περὶ τὴν σύλληψιν γενόμενα, μεγίστην αὐτῇ
περὶτοῦ παιδὸς ἐνέθηκεν τὴν [δόξαν], κει)⁵ ἦν συμ-
ϐάλλουσα, φησὶ, πάντα ἐν τῇ καρδίᾳ αὐτῆς. Ὅτε οὖν
οἶδεν ὅτι Ἰωάννης δι’ αὐτὸν ἦλθεν καὶ ἐμαρτύρει
αὐτῷ , καὶ ὃτι μαθητὰς ἔσχεν, τότε λοιπὸν θαρροῦσα
παρεκάλει· ἐϐούλετο γάρ ἑαυτὴν λαμπροτέραν ποιῆ-
σαι (Ι) ἐκείνοις τε χάριν καταθέσθαι ο καὶ τάχα γὰρ
ἀνθρώπινόν τι ἔπασχε, καθάπερ κα.)⁵ οἰ ἀδελφοί αὖ·
τοῦ λέγοντες ο Δεῖξον σεαυτὸν τῷ κόσμῳ · βουλό-
μενοι τὴν ἐκ τῶν θαυμάτων δόξαν καρπώσασθαι.
Στίχ. θ’. - Ἀρχιτρίκλινον λέγει τὸν ἐξάρχοντα
τῆς ὑπηρεσίας καὶ τῆς εἰς τὸν γάμον παρασκευῆς ·
εἰκὸς δέ ἦν καὶ τὸν νυμφίον ἐγκαλούμενον. καὶ ἀκού-
σαντα διαπορῆσαι , εἰδότα ὡς οὐκ ἦν αὐτῷ οἶνος ’ἐτε-
ρος , καὶ ἐρωτῆσαι μέν ὅθεν ὁ οἰνος , μαθεῖν δέ τὸ
γεγονόςο ἀλλ’ ὅμως οὐδὲν τούτων προσέθηκεν , ἀλλά
μόνον τοῦτο ἐμνημόνευσεν , ὥστε δηλῶσαι [ὅτι] οὗ
μόνον τὸ ὕδωρ εἰς οἶνον μετεποίησεν, ἀλλὰ γὰρ καὶ εἰς
θαυμαστήν τινα φύσιν οἴνου ο τά μέντοι λοιπά ὡς
περιττὰ, μηδὲν τῇ χρείᾳ. συμϐαλλόμενα παρῃτήσατο.
Στίχ. ιδὀιθ¹. - Ἐδόκει (2) ό Χριστὸς τοὺς ἐν τῷ
ἱερῷ ἀπελαύνων καπήλους καὶ κο).[λ]υ6ιστάς οὐ τὴν
ἐμπορίαν μόνον καταλύειν, ἀλλά καὶ τὸ τῶν θυ-
σιῶν ἔθος, ἐπείπερ ἐκείνων ἕνεκεν οἰ πιπράσκοντες
τούς τε βόας καὶ τὰς περιστερὰς ἐπίπρασκον. Ὅθεν
εἰκότως ἐπὶ τὴν ἀνάστασιν ἐχώρησεν, ὡς ἂν εἴπῃ ο
Ταύτης σημεῖον ζητεῖτε, βραχύ τι ἀναμείνατε. Ἐπει-
δάν γὰρ ἀνελεῖν με δόξητε, τότε ἀναστὰς πᾶσιν ἐαυ-
τὸν γνωρίσω ὅστις εἰμί. Καὶ οὕτω ταῦτα μέν τά πά-
λαι λυθήσεται, καὶ καινή τις πολιτεία, ac: δὴ καὶ
καινοῦ βίου τοῦ μετὰ τὴν ἀνάστασιν κατευαγγελ-
λ[ιζ]ομένου. ’
,ι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.