PG 66, col. 752

τε διακρίνεται καί νὺξ, καὶ τῆς μὲν ἐργασίας ὲπι-
τήδειον καιρὸν εἶναι νομίζουσι, τῆς δὲ ἀναπαύσεως,
καθ’ ἢν οὐδὲ ἐργάσασθαί τι δυνατόν’ οὕτω κάμοὶ και-
ρδς τῆς τῶν θαυμάτων ἐργασίας μέχρι τοῦ πάθους,
ὲν ᾧ τῶν προκειμένων ἔχεσθαι προσήκει πάντα ὲπι-
μελούντα, ἃ σύμφωνα μὲν ἐστι τῇ γνώμῃ τοῦ Πατρός⁸
γνωρίζει δὲ τὴν ἐμὴν ἀξίαν, ἥτις ἐστί· μετὰ δὲ τδ
πάθος ἀνάγκη παύσασθαί με τούτων ἁπάντων, άπο-
λιμπὰνοντα τὰς ἐπὶ γῆς διατριϐάς. Ὅταν ἐν τῷ
κόσμῳ ὦ, φησί, φῶς εἰμι τοῦ κόσμου’ ἀντὶ τοῦ,
Ὠσπερ ὁ ἥλιος τὴν ἡμέραν ἀποτελῶν, τοῦ ἔργου τὴν
ἀφορμὴν παρέχει τοῖς ἀνθρώποις, κατὰ τόνδε τὸν βίον
εἰμὶ, ὥσπερ ἡμέραν ἀποτελῶν διὰ τῆς οἰκείας παρου-
σίας, τὰς προσηκούσας θεραπείας ὲπιτελῶ. Ταῦτα
πρὸ τοῦ θαύματος εἰρηκὼς, κα)⁵ δείξας ὅτι τε ἀγαν-
ακτοῦντας εἰδὼς , ούκ ἀφίσταται τῶν θαυμάτων, καὶ
Στίχ. ιζ’. - Ὅμως ἀπὸ τῆς εἰς ἀλλήλους φιλο-
νεικίας, ὲπί τὸν τυφλὸν πάλιν μεθίστανται, ὥσπερ
δικαστὴν αὑτὸν τῆς οἰκείας αἱρούμενοι διαφορᾶς, κοί
φασι πρὸς αὐτόν· Σὺ τί λέγεις περὶ αὐτοῦ (cod. hic
ἑαυτοῦ),ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; κατὰ
ἐρώτησιν δὲ ὲπαναγνωστέον, ἐπισυνάψαντας τὸ, Σὺ
τί λέγεις περὶ αὐτοῦς καὶ, ὅτι ἤνοιξέ σου τοὺς
ὀφθαλμούςο οὐ μὴν διελόντας αὐτόο οὐ γὰρ τοῦτο
τὸν τυφλὸν ἠρώτων, εἰ τοὺς ὀφθαλμοὺς αὑτοῦ ῆνοι-
ξεν ο περιττὸν γάρ ἦν τοῦτο βλέποντας ἐρωτᾷν, ἀλλὰ,
Τί περὶ αὑτοῦ λέγεις, ὑπὲρ ὧν ἤνοιξέ σου τοὺς
ὀφθαλμούς ὅτι θαυμαστὸς διά τὸ γεγενημένον, ἦ
παράνομος διὰ τὴν τοῦ σαϐϐάτου λύσιν ;.δθεν καταλ-
λήλως καὶ ὁ τυφλὸς ἁπεκρίνατοοὌτι προφήτης ἐστίν·
ἀντὶ τοῦ, Ταύτην ἔχω περὶ αὑτοῦ τὴν δόξαν · τοῦτο
γὰρ ὑπὲρ τοῦ γεγονότος περὶ αὑτοῦ λέγειν προ-
αγομαι.
Στίχ. κζ’. — Πάλιν (l) ἐκεῖνοι ⁴ἰιρώτων· Πῶς
ἀνέῳξέ σου τοὺς ὀφθαλμούς-ς Ὁ δὲ λοιπὸν παρ-
ρησιαίτερον (2) τῷ πρὸς αὐτοὺς ὲλέγχῳ κεχρημένος
ὀμοῦ μὲν ὡς πρὸς τὴν ἀλήθειαν μαχομένους ἐλέγχει,
ὁμοῦ δὲ καὶ μετ’ εἰρωνείας ἐχλεύασε ’ τί γάρ φησι;
Μὴ καί ὑμεῖς μαθηταὶ αὐτοῦ θέλετε τενέσθαις
Στίχ. μα’. - Ὥσπερ δὲ ('5) ἀνωτέρω τοῦ Κυρίου
περὶ ἐλευθερίας αὐτοῖς διαλεγομένου τῆς ἀπὸ τῶν
ἁμαρτημάτων ἐκεῖνοι ἔφασκον· Σπέρμα Ἁϐραάμ
ἐσμεν καί οὐδενὶ δεδουλεύκαμεν πώποτε, περὶ
σωματικῆς διαλεγόμενοι δουλείας, οὓτω κάνταῦθα
πήρωσιν αὐτοῖς τοῦ Κυρίου τὴν κατὰ ψυχὴν ὀνειδί-
ζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν ὡς
ῥησιαίτερον, ul. παρῤησιάστερον.
i5) ιλυὶηιάυςιι. ρῦὲθὶι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.