PG 68, col. 134

Ἱεροσολύ μοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσ-
κυνεῖτε ὃ οὐκ οῖδατεο ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν,
ὅτι η σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλά ἔρχεται
ὥρα, καὶ νῦν ἐστιν, ὅτε oi ἀληθινοὶ προσκυνηταὶ
προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.
Καὶ γὰρ ό Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας
αὐτόν. Πνεῦμα ό Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν,
ἐν πνεύματι καὶ τῇ ἀληθείᾳ δεῖ προσκυνεῖν. ι
ΚΥΡ. Εἶτα τί τὸ ἄναντες εἷναί σοι δοκοῦν, ώς ἔν
γε δὴ τούτοις; Τίδέ δή τὸ βαθὺ καὶ δυσέφικτον;
ἐρομένῳ φράσον.
IIAAA. Ἐθῶν μὲν τῶν ἀρχαιοτέρων ἀποφοιτᾷν,
καὶτῆς ἐν Νόμῳ δικαιοσύνης καταλῆξαι δεῖν ἱερὸς
ήμῖν ἐπιτάττει λόγος. Ἔφη δέ ό Παῦλος τοῖς ταύτης
ἐφιεμένοις καὶ μετὰ τὴν πίστιν· ι Κατηργήθητε άπὸ
τοῦ Χριστοῦ, οἵτινες ἐν Νόμῳ δικαιοῦσθε, τῆς χάρι-
τος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως
ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ι Πολιτείας δὲ τῆς
κατὰ τὸν Νόμον, καίτοι λαμπρά καὶ μεγάλα δεικνύων
ἡμῖν ἐφ’ ἐαυτῷ τὰ αὐχήματα, πάλιν φησίν· ι ’Δτινα
ἦν μοι κέρδη, ταῦτα ήγημαι διὰ τὸν Χριστὸν ζημίαν. ’
Ἀλλά μενοῦνγε καὶ ἠγοῦμαι τὰ πάντα ζημίαν, διὰ
τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Κυρίου ήμῶν Ἰησοῦ
Χριστοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ήγοῦμαι
σκύϐαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν
αὑτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν ἐκ Νόμου, ἀλλά
τὴν ἐκ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. ι
Οὐκ ἀμώμητον δὲ εἶναι τὴν ἀρχαίαν ἐντολὴν διεδε-
6αιοῦτο σαφῶς. Ταύτῃτοί φησι καὶ ἀντ’ ἐκείνης ήμῖν
είσκεκομίσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν,
τοῦτ’ ἐστι, τὴν εύαγγελικήν. Γράφει δέ οὕτως· ι Ἀθέο
τησις μὲν γὰρ γίνεται προσαγούσης ἐντολῆς, διὰ τὸ
αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν
ὁ Νόμος, ἐπεισαγωγὴ δέ κρείττονος ἐλπίδος, δι’ ἦς
ἐγγίζομεν τῷ Θεῷ. ι Καὶ πάλινο ι Εί γὰρ ή πρώτη
ἐκείνη ἦν ἄμεμπτος , οὐκ ἂν δευτέρας ἐζητεῖτο τό-
πος. ι Μεμφόμενος γάρ αὐτοὺς λέγει ο ι Ἰδοὺ ἡμέραι
ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἷκον
Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἷκον Ἰούδα διαθήκην καινὴν, οὐ
κατὰ τὴν διαθήκην, ἢν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαϐομένου μου τῆς χειρὸς αὐτῶν, ἐξ-
αγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐν·
έμειναν ἐν τῇ διαθήκῃ μου , κάγὼ ἠμέλησα αὐτῶν,
λέγει Κύριος. ’Ὀτι αῦτη ή διαθήκη, ἢν διαθήσομαι
τῷ οῖκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει
Κύριος, διδοὺς νόμους μου είς τὴν διάνοιαν αὐτῶν,
καὶ είς τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς. ι Ἐξ-
όχως δὲ τὸ τῆς καινότητος ὄνομα συνιείς τε καὶ ἑρμη-
νεύωνο ι Ἐν τῷ λέγειν, ι φησὶ, ι καινὴν, πεπαλαίωκε
τὴν πρώτην τὸ γὰρ παλαιούμενον καὶ γηράσκον,
ἐγγὺς ἀφανισμοῦ. ι Εἰ τοίνυν τετελείωκε Νόμος
)ύδέν, ἀθέτησις δὲ τῆς ἀρχαίας γέγονεν ἐντολῆς καὶ
τῆς δευτέρας ἐπεισφορά , προσοικειούσης ἡμᾶς τῷ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.