PG 68, col. 144

καὶ ζωῆς τινα τρόπον ἐπανελέσθαι, τυχὸν τῆς οὕτω
λαμπρᾶς καὶ ὑπερφυοῦς, ὡς περιπατεῖν pisi; ἐπὶ τῆς
γῆς, ἔχειν δὲ τὺ πολίτευμα ἐν οὐρανοῖς, κατά τὸ
γεγραμμένονῘΗ γὰρ ούχὶ τελείων μὲν ἔστιν ἡ στερεά
τροφὴ, γάλα δὲ τοῖς ἔτι νηπίοις τὸ πρεπωδέστερον;
ΠΑΛΛ . Καὶ μάλα.
ΚΥΡ. Ἔδει τοίνυν παιδαγωγίας μὲν τῆς ἐν τύποις,
ἔτι νηπίοις, καὶ ἵν’ οὕτως εἴπωμεν, τρυφερωτέρας
ἀνατροφῆς, οὐχὶ τοῦ πρὸς τελειότητα διατάττοντος
λόγου, καὶ ἀποκομίζειν οἵου τε πρὸς τὸ ἀρτίως ἔχον.
Ἐλαφροὶ δὲ οὓτως καὶ όλιγογνώμονες, καὶ πρὸς πᾶν
ὁτιοῦν εὔκολοι τῶν παθῶν, ἁλοῖεν ἂν οί ἐξ Ἰσραήλ·
ὡς εἴπερ τις ὲν αὐτοῖς ἀκριϐὴς ἦν βάσανος ἠθῶν καὶ
ἐγχειρημάτων, οὐδὲ ἂν οἶμαι σκιᾶς ἢξίωντο. Καὶ
τοῦτο δέδειχεν 6 Μωσῆς. Θεοῦ γὰρ προστάττοντος,
ἀνέθορε μὲν είς τὸ δρος αὐτὸς, τὸν νόμον ὑποδεξόμε-
νος. Οίδὲ παραχρῆμα κατώλισθον είς ἀπόστασιν.
Μεμοσχοποιήκασι γὰρ, φάναι τε οἱ δείλαιοι τετολμή-
κασιν ο ι Οὗτοι οί θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγα·
γόν σε ὲκ γῆς Αἰγύπτου. ο Ἐπὶ οῦν ταῖς οὕτω δει-
ναῖς ὲλαφρίαις ἐδυσφόρει μὲν 6 Μωσῆς, κατερῤήγνυ
δὲ τὰς πλάκας, ὲν αἷς ἦν 6 νόμος, οὐδὲ σκιᾶς ἦ τύ-
πων, ἧ κᾶν γοῦν-ὅλως παιδαγωγίας τῆς ἀνωθεν ἀξίους
εἶναι νομίσας τοὺς οἷς γε τοσοῦτον ἀπόπληκτος ἦν 6
νοῦς, ὡς ἀμνημονῆσαι μὲν τῶν οὕτω τεθαυμασμέ-
νων, ἃ διά τῆς θείας ίσχύος ὑπὲρ αὐτῶν ὲξεπράττετο,
μόσχῳ δὲ τὸ σέϐας ἀναθεῖναι πάλιν, καὶ τῆς ἐν
Αἰγύπτῳ λατρείας ἐλθεῖν ες ἀνάμνησιν. Ἀλλ’ ὲν
πλαξὶ μὲν λιθίναιςξὲσκιογραφεῖτο τότε τοῖς ἀρχαιοτέο
ροις 6 νόμος ὲν δακτύλῳ Θεοῦ, καθά γέγραπται. Τύ-
πος δὲ ἦν ἐκεῖνα τῶν καθ’ ἡμᾶς ὲν Χριστῷ γενέσθαι
πεπιστευμένων. Καταγράφει γὰρ ὥσπε-ρ ὲν ἡμῖν τῆς
ἑαυτοῦ βουλῆς τὴν εἴδησιν 6 πάντων Δεσπότης Θεὸς,
οἱονεὶ καλάμῳ χρώμενος τῷ Υίῷ ὲν Πνεύματι. Ὦνό-
μαζε γάρ οὕτως αὑτὸν διὰ Δαϐὶδ, λέγων· ι Ἠ
γλῶσσά μου κάλαμος γραμματέως -όξυγράφου, ι
Ἐνεχάραξε γὰρ ταῖς ἁπάντων καρδίαις 6 τοῦ Πατρδς
κάλαμος, τοῦτ’ ἐστιν, 6 Υἱὸς, τὴν ’παντὸς εἴδησιν
ἀγαθοῦ, οίονεί τινι δακτύλῳ Θεοῦ, τῷ τε τοῦ Πατρδς,
καὶ τῷ ἰδίῳ χρώμενος Πνεύματι. Δάκτυλον γὰρ ὠνό-
μασε τὸ Πνεῦμα Θεοῦ, λέγων, ποτὲ μὲν, ι El δὲὲγὼ
ὲν Πνεύματι Θεοῦ ἐκϐάλλω τά δαιμόνιαο ι ποτὲ δὲ
αὖ, ι El δὲ ὲν δακτύλῳ Θεοῦ ἐκϐάλλω τά δαιμόνια. ›
Ἐπιστολὴν δὲ ἡμᾶς τὴν πνευματικὴν καὶ 6 Παῦλος
ἐκάλει, λέγων ⁸ ι Ἦ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγε-
γραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ
ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερού μετ
νοι ότι ἐστὲ-ἐπιστολὴ Θεοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ὲγεί
γεγραμμένη, ού μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος,
οὐκ ὲν πίναξι λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκία
ναις. ι
ΠΑΔΛ. Ἀλλ’ ὅτι μὲν τύποι καί σκιαὶ τὰ κατά
³⁸ Matth. xu, 27. ³³ Luc.
,¹⁰ Exod. xxxii, 4. ’⁸ Paul. xuv, 2.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.