PG 68, col. 154
που ὁ Θεός· ι Ἰδοὺ ἐπάγω ’λιμὸν ἐπὶ τὴν γῆν, οὑ
λιμὸν ἄρτου, οὐδὲ δίψαν ὓδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ-
σαι λόγον Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἓως δυσμῶν
περιδραμοῦνται ζητοῦντες λόγον Κυρίου, καὶ οὐ μὴ
εὕρωσιν. ι τΑρ’ οὖν,ὧ ἑταῖρε, τοὺς τοιῷδε τυχὸν
καταπιεσθέντας λιμῷ , καὶ χορηγίας ἐκπεπτωκότας
τῆς διακρατούσης εἰς ἀρετὴν, καὶ τροφὰς οὐκ ἔχοντας
τὰς εξ ούρανοῦ καὶ ἀνωθεν, οὐχι πᾶσά πως ἀνάγκη
μετανάστην ὥσπερ τινὰ καί⁵ φυγάδα ποιεῖσθαι τὸν
νοῦν, μεταθέοντα λοιπὸν ἐπὶ τά αἰσχίω, καὶ ὥσπερ
τινὸς γῆς ἰδίας τῆς εἰς ἀρετὴν εὐσθενείας ἐξωθούμε-
νον, καταϐαίνειν εἰς ἑτέραν ἕξιν τε καὶ⁵ θέλησιν · οὐκ
ἔτι μὲν τὴν ὑπὸ Θεῷ, σκήπτροις δὲ μᾶλλον ὑποκει-
μένην διαϐολικοῖς. Πατὴρ γὰρ , οἶμαι , καὶ βασιλεὺς
ἁμαρτίας, ό πρῶτος αὐτὴν ἐς κόσμον ἐνεγκὼν, οὗ καὶ
είς εἰκόνα καὶ τύπον παραδέξαιτ* ἂν οἶμαί τις, καὶ
σφόδρα είκότως , τὸν Φαραὼ , τῆς Αἰγυπτίων ἑξάρ-
χοντα. Παρ’ οἷς βαθὺς μὲν ἦν λίαν ό τοῦ πεπλανῆσθαι
σκότος ο κακίας δὲ τρόπος ἀνεπιτήδευτος παντελῶς
οὐδείς.
ΠΔΛΛ. Καὶ τί τὸ λυπῆσαν τὸν μακάριον Ἀϐραὰμ,
ὲκ τοῦ καθικέσθαι τυχὸν εἰς τὴν Αίγυπτίωνς
ΚΥΡ. Πλεῖστον μενοῦν ὅσον. Μικροῦ γὰρ ἐπέκεινα
παντὸς ἠνέχθη κακοῦ. Ἀναμάθοις δ’ ἂν καὶ τοῦτο
εὐκόλως, ἱεροῦ φωνοῦντος Γράμματος· ι Ἐγένετο δὲ
ἡνίκα εἰσῆλθεν Ἀϐραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ
Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ
εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ , καὶ ἐπῄνεσαν αὐτὴν
πρὸς Φαραὼ καὶ ἤγαγον αὐτὴν εἰς τὸν οἷκον Φαραώ. ι
Ἀθρει δὴ οὖν ὅτι μικροῦ διόλωλεν αὐτῷ τὸ γύναιον,
ὦ τᾶν.
ΠΑΛΛ. Ὠς δριμὺ τὸ χρῆμα , καὶ καταλυπεῖν
ἱκανόν.
ΚΥΡ. Καὶ μὴν τοῦτό τοι περὶ ἡμᾶς αὐτοὺς νοητῶς
συμϐήσεται. Οἷς γὰρ ἂν γένοιτο πατρίδος μὲν, ὥσπερ
τῆς ἰδίας ἀπολισθεῖν, τῆς συνήθους τε καὶ φιλαιτάτης
εὐκοσμίας καὶ ἀρετῆς, καθικέσθαι δὲ πρὸς τὰ χείρω.
καὶ ὑπὸ σκῆπτρα γενέσθαι διαϐολικά , πάντη τε καὶ
πάντως ἐπιφύονται τε καὶ ἐπιϐουλεύουσι δεινῶς αἱ
πονηραὶ καὶ ὲναντίαι δυνάμεις · κᾶν εἰ θεάσαιντό τινα
τῶν ὑπ’ αὑταῖς γεγονότων οὐκ ἀκαλλῆ τὴν σύνεσιν
ἔχειν δυνάμενον, περιποιεῖν σπουδάζουσι τῷ ίδίῳ
καθηγητῇ , καὶτοῖς ἐκείνου σπερματισμοῖς ὑποφέ-
ρουσιν, ῐνα Θεῷ μὲν οὐκέτι, καρποφορῇ δὲ μᾶλλον
τῷ Σατανᾷ. ι Τὰ γὰρ βρώματα αὐτοῦ, ι κατά τὸ
γεγραμμένον, ι ὲκλεκτά ι’ κατακηλοῦσαι δὲ ὥσπερ
τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ
πολὺ βλέπων εἰς τὺ ἐλεύθερον, τῆς ὑπ’ αὑταῖς θητείας
ἀποφοιτήσειε. Περιποιοῦσιν ἐσθ’ ὅτε τὰς ἐπὶ τοῖς
γηῒνοις ἡδονὰς, καὶ οίονείπως καταπλουτίζουσι ταῖς
εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἰ τῶν
Αἰγυπτίων ἄρχοντες, τὴν σύνοικον ἀπολλύντα τὸν
μακάριον Ἀϐραὰμ, οἰονεί περισαίνοντες ταῖς τιμαῖς,