PG 68, col. 156

ΠΔΛΛ. Ἆρ’ οῦν, εἰπέ μοι, καταρῤᾳθυμοῦντες
ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἁλισκόμενοι,
προσρίψομεν τὴν αἰτίαν τῷ Θεῷ, καὶ ὲγκαλέσομεν
αὐτῷ τὴν ὀργὴν, ῶς διὰ τοῦτο ἡμαρτηκότες
ΚΥΡ. Ἐπαιτιασόμεῦα μὲν οὐχὶ, μανία γὰρ τοῦτό
γε· φάσκοντες δὲ, ὅτι ι Σὺ ὼργίσθης, καὶ ἡμεῖς ἡμάρ-
τομεν, ι τοιοῦτόν τι νοοῦμεν ⁸ Ὠς εί μὴ τὸ σὺν ἔχοι-
μεν εὐμενὲς, ὦ Δέσποτα, τὸ ἀπεῖργον οὐδὲν, τυραν-
νεῖσθαι μὲν ὑπὸ ἁμαρτίας, διὰ τὸ τῆς ἡμετέρας φύ-
σεως ἀσθενὲς, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ.
ΠΑΛΛ. Συνίημι ὃ φῄς.
ΚΥΡ. Φροντίδος οὖνάμα καὶ μὴν καὶ φειδοῦς τῆς
ἄνωθεν ἀπαμφιεννύμενοι, καὶ τῆς είς ἄγαν ἐξιτηλίας,
καὶ τῶν εἰς τὸ φαῦλον ἀσχέτων ἀπονευμόπων πρατ-
τόμενοι δίκας , ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τί γὰρ
οὐχὶ τῶν τοιούτων ὴῤῥωστηκότες ἀποδεικνύμεθα;
Πάρα δέ δή σοι ταυτὶ καταθεάσασθαι λαμπρῶς, τοῖς
Ἱερεμίου περι-τυχόντι λόγοις. Ἰουδαίων μὲν γὰρ ἡ
ἀγρία πληθὺς, καί τοι σφόδρα πλουσίως ὲνσπατα-
λῶσά τε καὶ ἐνευρυνομένη ταῖς παρά Θεοῦ φιλοτι-
μίαις, καὶ ἁπάντων κρατήσασά τε λοιπὸν τῶν
ἐχθρῶν, διελάσασά τε λοιπὸν είς αὑτό που τάχα τῆς
ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω , σκληρὰν τε καὶ
ἄθραυστον ἐμελέτα τὴν ἀπείθειαν. Μονονουχὶ δὲ καὶ
ἐρρῶσθαι φράσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς, καὶ
μικροῦ παντελῶς ἀξιοῦντες λόγου. τὰ τεθεσπισμένα,
ἀπαραποδίστοις ἐφέροντο ῥοπαῖς είς ὄλεθρον καὶ
ἀπώλειαν. Ὑποκάτω γάρ δρυὸς. καὶ λεύκης, καὶ
δένδρου συσκιάζοντος κατά τὴν τοῦ προφήτου φωνὴν,
βωμοὺς ἁνεδείμαντο, καὶ ἐν τοῖς εὐδενδροτάτοις τῶν
ἀλσῶν, τεμένη τοῖς δαίμοσι διαπήξαντες, βουθυσίαις _
καὶ λιϐανωτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι, καταγεραίρε ιν
ὴξίουν, Θεοὺς καὶ σωτῆρας, καὶ τί γὰρ οὐχὶ τῶν
τοιούτων οὐκ ἐρυθριῶντες λέγειν, τὰ διά σφῶν τε-
χνουργούμενας Καθίκοντο δὲ μωρίας είς τοῦτό ποτε.
ὡς ἐν καυχημάτων τάξει λοιπὸν ποιεῖσθαι τὰς ἀν-
οσίους τεκνοσφαγίας, οἴεσθαι δὲ ῶδὶ λιπαρωτάτην
ἀνάπτειν τὴν θυσίαν αὐτοῖς. Καὶ οὐ μέχρι τούτων
τά τῆς δυσσεϐείας ἐπράττετο τοῖς ἐξ Ἰσραήλ. Προσ-
θήκην δὲ ῶσπερ τινὰ τοῖς τολμήμασιν ἀεὶ προσ-
επάγοντες, τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀχά-
Αινον ἀποφοίτησιν, οὐ μετρίως ἐφ’ ἑαυτοῖς κατηρέ-
θιζον είς ὀργὰς , καίτοι χρηστὸν ὄντα τὸν νομοθέ-
την. Ἐπειδὴ δὲ τὴν ἐπ’ αὑτῷ δουλείαν ἀπεσείοντο
νεανικῶς , μεθίει λοιπὸν καὶ πλεονεκτεῖσθαι καὶ παρ’
ἐχθρῶν, καὶ πρὸς ἀναγκαίαν ήδη παυς ἀποφέρεσθαι
θητείαν, τὴν ὑπὸ Χαλδαίοις φημὶ καὶ Βαϐυλωνίοις.
Οἱ μὲν γὰρ, ἧκον τά οἴκοι μεθέντες ἐξανδραποδισά-
μενοί τε αὐτοὺς, καὶ τὴν ἁγίαν καὶ διαϐόητον πόλιν
ἐμπρήσαντες, ἔρεσθαι δέ μόλις ἐδόκει τοῖς πολεμουι-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.