PG 69, col. 721

τῆς εὐαγγελικῆς ἀφηγήσεως ἐχαρίζετο λόγον, καὶ stificationem.
τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν δικαίωσιν.
ἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέσνηνά σε.
( . 13 b.) ἶδεν οὖν ὁ Δαβὶδ τὸν Χριστὸν καὶ
προαιώνιον ἔχοντα τὸν τῆς θεότητος θρόνον, διὰ τὴν
ἐκ Πατρὸς ἀπόῤῥητον γέννησιν· « Ὁ θρόνος σου γὰρ,
φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα. » ἶδεν αὐτὸν καὶ βασι-
λείαν δεχόμενον ἀνθρωπίνως ἐν χρόνῳ, διὰ τὸ τῆς
οἰκονομίας νεώτερον. Καὶ πάλιν τὴν προαιώνιον
αὐτοῦ δηλοῖ γέννησιν εἰπών· « Υἱός μου μἶ σύ. »
Ἡν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὕθις
δεικνύει ἐπενεγκών· « Ἐγὼ σήμερον γεγέννηκά σε· »
τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ
ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς
υἱότητος δηλαδή.
I f. 8.) Τὸ σήρερον (1), καιροῦ τοῦ ἐνεστηκότος,
καθʼ ἐν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν,
ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύ-
ρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια
ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν
συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν·
« Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ, » δῆλον
δὲ δτι τοῦ Θεοῦ καὶ Πατρός. Ἡνέσχετο δὲ τῶν τοιού-
των, ἵνʼ ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύ-
σιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ διʼ αὐτοῦ τῇ ἀνθρώπου
φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς
βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἀμαρτίας τυραννου-
μένους. Ὡσπερ γὰρ οἶά τινα κλῆρον, ἐκ πατρὸς εἰς
βλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ
παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ
πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον
γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. Δέχεται
γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλή-
ρης γάρ ἐστιν ὅτι.καὶ φύσει Θεός· δεῖται δὲ ὅλως
οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν
ἀγαθοῖς τὴν σύμπασαν κτίσιν.
AΜεησαι παρʼ ἐμοῦ, κοὶ δώσω σοι ἔθνη.
(A t3 b. E s. X( I. e Ἐνὸς ἐθνους παρ-
οιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβλη-
θέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύ-
σαντα εἰς αὐτόν. Aὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ,
καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς
τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [ A. πλη-
ρώματα ] κειώσατο.
Κοὶ δώσω σοι ἔνη τὴν κληροννομίαν σοn.
(C I. ἐ.) Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος Nimirum quatenus homo fit hæres omnium, ut
s Psal. X, 7.
Philipp. nn, 9. ¹ Joan. , 2. ¹ Matth. X, 2I.
(I) Nonus hic est codex Vaticanus catenarum in
Psalmos, quem distingnimus littera I; grandis est
et vetus, sæculi xI aut xu, cum prolixis Patrum segς-
mentis. Jam qui hoc fragmentum, Cyrillo Alexan-
drino diserte in prædicto codice inscriptum, cumu
circumstantibus comuparabit, varietatem fncile eo-
goscet, qua usi sunt diversi eclonarii in ejusdem
quandoque auctoris scriptis excerpendis.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.