PG 69, col. 740
Πολλοὶ λέγουσι· 5, δεέξει ῆμν ἀγαᾶdς
(Α . 25 h.) Οἰ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι
καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν
ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ
ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμέ-
νον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον,
τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν
τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· « Τίς
δείξει ἡμῖν τὰ ἀγαθά;» Ταῦτα τῶν περὶ τὰς διοική-
σεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ
Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ οὕσης;
Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ
τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας
κηδεμονίας;
Τσημεώδη ἐφʼ ἡμας τὸ φῶς τοῦ προσώπου σου,
Κόρuε.
(A 1. 2β.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον,
πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ
τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· διʼοὖ
κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορ-
φούμενοι· διʼ οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ,
διʼ ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς
νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν
ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς.
(C I. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ
πρόσωπον τοῦ Θεοῦ,οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσ-
ώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία
πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου
ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ
τὴν σοφὴν Θεκοῖτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ Δαβὶδ
εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα.
(Κ . 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ
Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφʼ ἡμᾶς σεσημείωται;
Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ
τοῦτο λέγων· « Ὁ ἐωρακὼς ἐμὲ, ἐώρακε τὸν Πατέ-
ρα μου. » Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς
ἀποδείξας ἐαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου
φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύου-
σιν εἰς αὐτόν.
Ἐδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.
(A 1. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολ-
μῶντας λέγειν· Τίς δείξει ἡμῖν τὰ Δγαθά; » καί-
τοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ
μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης
ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ
φειδώ τε καὶ πρόνοιαν τοῦ Δημιουργοῦ. Χαρίζεται
γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν·
καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας
ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγή-
σας τὰ ζωαρκῆ, πῶς ἄν διαψεύσαιτο χαριεῖσθαι λέ-
γων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐ-
φροσύνην εἰς τὴν καρδίαν.
Ἐν εθρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμnθήσομαι καὶ ὑπνώ-
οω· ὅτι σὐ, Κύριε, κατὰ μόνας ἐπʼ ἐλπίδι κατ-
ώκισάς με.
(A I. 2I p, C I. 1 b) Κατὰ δὲ τὸν θεῖον Κύριλλον,