PG 70, col. 1125

Δεξιά δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρδς, οὐχ ἔτερος ἂν εἴη τις πχρὰ γε τὶν Κύριον ἡμῶν Ἰησοῦν τον
τος αἰωνίου. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν
ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη κατα-
λήψεται αὐτούς · ἀπέδρα ὀδύνη, λύπη καὶ
στεναγμός.
Διαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν
τῶν ’ἤδη συμϐεϐηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως
γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων
λατρείαις καθάπερ τισὶ βάθροις ὲνολισϐήσαντες , οὗ
μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ
πανςὸφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκατ
λίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάν-
των δέδονται κατὰ καιροὺς τοῖς Βαϐυλωνίοις, καὶ
ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμε-
νοι χώραν. Ἀλλ’ ὴλέηνται πάλιν. Κύρου γὰρ-ἀνέντος
αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς
ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες,
καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίαις οἷά
τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό
γε τῶν Εστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τε-
λευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορξοῐ.
Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ
ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ’ ἔστι,
τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες,
Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροα
σύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ
γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης
αὑτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεως τε καὶ εὐ-
φροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ’
αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου
δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπι-
στροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως
δηλονότι τῆς ὲν Χριστῷ, ὅπου Πνεύματος ἁγίου
χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτε-
λευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας
ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι
δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός.
Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο
στεναγμὸς, ἔνθα τοῦ στενὰζεινέ καὶ ὀδυνᾶσθαι πρὸ·
φασις μὲν οὐδεμία παντελῶς, κατακρατεῐ δὲ μᾶλλον
ἐλπὶς, ἀγαλλιάσεως τε καὶ εὐφροσύνης, ουμηδῑας τε
τῆς ἀναποῦλήτου καὶ χαρᾶς ;
Ἐγώ εἰμι, ἐγώ altu ό παρακαλῶν σε. Γνῶθι τι
οὖσα ἐφοϐήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ
υἱοῦ ἀνθρώπου, οἲ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ
ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν
ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν
τῆν. Kal ἐφόϐου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσ-
ωπον τοῦ θλίϐοντός σε. Ὃν τρόπον· γὰρ ἐϐου-
λεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ
θλίϐοντός σε , Ἐν γὰρ τῷ σώζεσθαί σε οὺ στήσε-
ται, οὐδὲ χρονιεῖ.
Τδ,Ὲγώ εἰμι, φησὶν ὲν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ
ὑπάρχω· καὶ γάρ ἐστιν αὐτος ὖ Ὧν. Ἀξίωμα δὲ
¹⁴ Exod. tu, Μ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.