PG 70, col. 16

Ἰερουσαλὴμ προαγορεύσεις ποιεῖσθαι, καὶ τὰ λόγου
παντὸς ἐπέκεινα προκαταμηνύσειν πάθη, καὶ τὰς
ἀνηκέστους συμφορὰς, οὐκ ἠγνόησεν ὅτι πάντη τε
καὶ πάντως ἀκονηθήσονται πρὸς ὀργὰς οἱ πρὸς οὐς ὁ
λόγος. Κύριον τοίνυν τὰ τοιάδε πρὸς αὐτοὺς λαλῆσαί
φτσιν, τὸν τῶν ἀνοσίων θυμὸν εὐτεχνέστατα δι-
ωθούμενος, καὶ οἶον ἐκδυσωπῶν τὰς ἀδίκους ὀργάς.
Εἰ γὰρ παρελήφθη μεσίτης καὶ διάκονος, καὶ τοὺς
ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοι λόγους. πῶς ἂν
ἐπʼ αὐτῷ δικαίως ὀργίζοιτό τις; μᾶλλον δὲ, πῶς
οὐχὶ κατὰ Θεοῦ τοῦ λελαληκότος τὰ ἐξ ὀργῆς γένοιτʼ
ἂν δυσσεβῆ τολμήματα. Διαμαρτύρεται τοίνυν σφό-
δρα εἰκότως οὐρανόν τε καὶ γῆν; Ἐπειδὴ γὰρ ἔμελλε
τὰς κατὰ τοῦ Ἰσραὴλ ποιεῖτθαι μομφὰς. καὶ ἀγγέ-
λους εἰδέναι βούλεται τοὺς κατʼ οὐρανὸν, καὶ αὐτὴν
δὲ τὴν σύμπασαν γῆν, τῆς ἐκείνου δυσσσβείας τοὺς
τρόπους, ἵνα μή τις οἴηται κεκινῆσθαι μάτην ἢ πκαὶ
προαλῶσι ἐπὶ μικροῖς τε καὶ εὐτελεστάτοις πταίσμα-
σιν, ἀπόβλητον ποιεῖσθαι τὸν ἠγαπημένον, καὶ εἰς
κλῆρον αὐτῷ τεθέντα λαὸν, καὶ τὸ πάλαι διὰ πολλῆς
ἄγαν ἱσχύος, τῆς τῶν Λἰγυπτίων πλεονεξίας ἐξῃρη-
μένον. Ἡλέησε μὲν γὰρ ὡς ἀδικούμενον παρά τε τὸ
εἰκὸς, καὶ τὴν τοῖς πατράσι πρέπουσάν τε καὶ ἐνοῦ-
σαν εὐγένειαν, ἀβουλήτῳ θητείᾳ κατηχθισμένους.
Ἐπειδὴ δὲ ἀντέπραττον οἱ πλεονεκτήσαντες, ἐκολά-
ζοντο πικρῶς, πάντα τρόπον αὐτοῖς αἰκίας ἐπιῤῥι-
πτοῦντος Θεοῦ. Ὡσπερ τοίνυν ἐπισημοτάτη γέγονεν
ἡ πρόσληψις τοῖς ἐξ Ἰσραὴλ, οὕτω βούλεται καὶ τὸν
τῆς ἀποβολῆς μὴ ἀγνοεῖσθαι τρόπον. Εἰ δὲ δὴ βού-
λοιντό τινες καὶ αὐτὰ καλεῖσθαι τὰ στοιχεῖα διὰ τῆς
τοῦ προφήτου φωνῆς, οὐκ ἂν ἀμάρτοι τοῦ πρέποντος
λόγου τῶν ἐννοιῶν ἡ δύναμις, ἐκεῖνο διεσκεμμένοις.
Ἐλυτροῦτο μὲν γὰρ, ὡς ἔφην, τῆς Aἰγυπτίων ἀνο-
σιότητος διὰ Μωσέως ὁ Ἰσραήλ. Ἐπειδὴ δὲ τοῖς τοῦ
Θεοῦ νεύμασιν ἀνοσίως ἀντανιστάμενος ἔφασκεν ὁ
θαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ
ἀποστελῶ, συνωπλίζετο τῷ ἰδίῳ δεσπότῃ κατὰ τῶν
ἀπεχθούντων ἡ κτίσις. Ἀνωθεν μὲν γὰρ καὶ ἐξ οὐ-
ρανοῦ πλεῖστά τε ὅσα καὶ περιφανῆ γεγόνασι σημεῖα,
πλεῖστα δὲ ὁμοίως καὶ οὐκ ἀθαύμαστα ἐν αὐτῇ τῇ
γῇ.Ὁ μὲν γὰρ οὐρανὸς καθίει τὴν χάλαζαν, ἡ δὲ γῆ
βατράχους ἐξέῤῥιψε, καθὰ γέγραπται· καὶ τὸ μὲν
ὕδωρ εἰς αἴμα μετεσκευάζετο, αἰθάλης δὲ καμιναίας
κατασκιδναμένης, καὶ τὸν ἀέρα θολούσης, ἔλκη καὶ
φλυκτίδες ἀναζέουσαι ἐν τοῖς πάντων συνέβαινε σώ-
μασιν. Ὡς οὗν καὶ αὐτῶν τῶν στοιχείων μονονουχὶ
μάτην ἐπὶ τοῖς λελυτρωμένοις πεπονηκότων,ε Ἀκουε,
οὐρανὲ, φησὶν, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλη-
σεν. » Προσβαλοῦμεν δὲ καὶ ἐτέρως ταῖς τῶν προ-
κειμένων ἐννοίαις. Ἀτιμήσαντες μὲν γὰρ τὴν διὰ
νόμου παίδευσιν οἱ ἐξ Ἰσραὴλ, ναὶ τῶν σωτηρίων
μαθημάτων ὀλιγωρήσαντες τὸν ἔνα τε καὶ φύσει
καταλελοιπότες Θεὸν τοῖς ἀκαθάρτοις δαίμοσιν τὰς
θεραπείας προσῆγον ἐν ὄρεσι καὶ βουνοῖς, καὶ ἐν ταῖς
εὐδενδροτάταις φάραγξιν τεθυμιάκασί τε καὶ προσ-
κεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Καὶ ἠγα-
νάκτει μὲν ἐπὶ τούτοις, καὶ μάλα εἰκότως, ὁ τῶν
ὅλων Θεὸς, ἔφη δὲ πρὸς ἔνα τῶν ἀγίων προφητῶν·

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.