PG 71, col. 389

Κυρίῳ τῷ Θεῷ ἡμῶν, ώς ἐνετείλατο ἡμῖν Κῦρος ὁ
βασιλεὺς Περσῶν. Καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς
χέῖρας τοῦ λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ
οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ’ αὐτοὺς, ἐϐουλεύοντο
τοῦ διασκεδάσαι βουλὴν αὐτῶν. ι Ἀλλ’ ἐπεϐούλευον
μέν, ἄπρακτος δέ καὶ τούτοιςή ἐπιχείρησις ἧν.”Οτι
δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιϐουλῆς τὸν πο-
λέμου νόμον ᾔεσαν στρατευόμενοι πάντες οἱ περίοικοι
τῶν ἐθνῶν, ἦλωσάν τε, καὶ πεπτώκασι, κάντεῦθεν
ἂν μάθοις. Γράφει γάρ ὧδε πάλιν ἐν τῷ δευτέρῳ βι-
ϐλίῳ ο ι Καὶ ἐγένετο ώς ἤκουσε Σαναϐαλὰτ, καὶ Τω-
ϐίας, καὶ οἱ Ἄραϐες, καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέϐη ἡ
φυὴ τοῖς τείχεσιν Ἰερουσαλὴμ, καὶ ὃτι ἤρξαντο αί
’διασφαγαὶ ἀναιρράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη
σφόδρα. Καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐξελ-
θεῖν, καὶ παρατάξασθαι ἐν Ἰερουσαλήμ. Καὶ πρὸς
Κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα, καὶ
ἐστήσαμεν προφύλακας ἐπ’ αὐτοὺς, ἡμέρας καὶ νυ·
κτδς ἀπὸ προσώπου αὐτῶν. Καὶ εἶπεν Ἰούδας· Συν-
ετρίϐη ή ἰσχὺς τών ἐχθρῶν, καὶ ὄχλος πολύς. › Καὶ
σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἠ μνήμη. Φέ-
ρει es τοῦτο πάλιν εἰς ἡμᾶς ό τῆς παραδόσεως λόγος.
Ἀξιόχρεως δὲ είς πίστιν ἠ προφητεία καὶ αὑτὸν
ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονομὰζουσα. Ταυτησὶ
τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα
πάντα τά ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. Δῆλον
δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ’ ὅτι βουλόμενα ἐλθεῖν οὐ
κωλύσει. Διακριθήσεσθαι δέ πρὸς ταῦτα περὶ τοῦ
Ἰσραὴλ, καὶ τῆς ἑαυτοῦ κληρονομίας, ἢν καταδιεί-
λαντο διαρπάζοντές που τάχα τά τῶν Βαϐυλωνίων
λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέ-
μενοι, καὶ πόρναις μὲν τά παιδάρια χαριζόμενοι,
προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν, καὶ
οἷον ἐκκαπηλεύοντες ταῖς ἐτέρων ἀσελγίαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τροφὰς καὶ μέθας
συλλέγοντες.
Φαμὲν δέ τι ’καὶ ἐφ’ ἡμῶν τοιοῦτον γενέσθαι, τὴν
διά Χριστοῦ λύτρωσιν ἐννενοηκότες. Ἑξείλετο μὲν γὰρ
ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττον-
τας, πικρῷ, φημὶ, δὴ τῷ Σατανᾷ, ἀνεκόμισε δέ ὥσπερ
si; γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, είς ἕξιν
εὐμαθεστάτην, είς πόλιν τετειχισμένην τὴν νοητὴν
Ἰερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,
ι Οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους εἰς
ναὸν ἅγιον, είς κατοικητήριον Θεοῦ ἐν πνεύματι. ι
Ἀλλά τοῖς ἐκ βασκανίας πόνοις ή τῶν δαιμονίων
ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τούτοις
οι τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, πολλοὶ μὲν
τὰς κατά τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν
δέ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαρσύνοντος δὲ
Χριστοῦ, καὶ λέγοντος, θλίψιν ἕξετε ἐν τῷ κόσμῳ,
ἀλλὰ ι Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. ι Ὕθλος
μὲν παρά τοῖς Ἰουδαίοις σαθρὸς, καὶ γραώδης, ώς
ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ ἡ
παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετά τὸ ἀναϐιῶναι
"’ Ι Esdr. tv, 1-5. ⁸ο ll Esdt'. ιν, 7- 10. ⁶¹ chlt

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.