PG 74, col. 349

μασμένων, ἵστω δὴ πάντως τῇ τοῦ γεωργοῦ δρεπάνῃ
περιτευξόμενον. ’Δποτεμεῖ γὰρ πάντως αὐτὸ, καὶ
καθάπερ εἰκαῖον συρφετὸν πυρὶ νέμεσθαι δώσει.
Τοῦτο γάρ τῶν ἀκάρπων τὸ κρῖμα , καθάπερ. οἶμαι,
καὶέπὶ τῆς ὡς ὲν εἴδει παραϐολῆς παραληφθείσης
συκῆς, τῷ γηπονοῦντί φησιν ὀτοῦ χωρίου δεσπότηςο
ι Ἐκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεί; ι
Οὕτω κάνθάδε νομίζω τὸν ἁπάντων Θεὸν καὶ Πατέρα,
τὸν στεγνόν τε καὶ ἄγονον τῶν κλημάτων άποθεγρί-
ζειν ὄχλον, ἐπ’ οὐδενὶ τῶν χρησίμων τῆς νοητῆς άμ-
πέλοι) πα ρηρτη μένον. Οἶμαι δέ εγὼ, τῶν μετιέ-
ρων ψυχῶν ὲπιμελητὴν,τοῦτ’ ἐστι Θεὸν, ἐπιδεῖξαι θέ-
λειν διὰ τῆς ἐν τούτοις παραϐολῆς, ὁποῖόν τε καὶ
ὅσον ὑπομένει τὸ βλάϐοςή τῆς πρὸς αὑτὸν κοινωνίας
ἀποτμηθεῖσα ψυχή. Πρὸς τὸ μηδὲν γὰρ οίχήσεται
καὶ -άχρηστος ἔσται πρὸς πᾶσαν ἀγ αθουργὶανξάναμ-
ςιὸόλως-γε μὴν κολάσει παραδοθήσεται, καὶ πυρὸς
ἔσταιτοῦαπαμφάγου τροφή. Καὶ γοῦν διὰ τοῦ προ-
φητου πάλιν Ἰεζεχιὴλ αὐτὸ δὴ τοῦτο, καὶ μάλα σα-
φῶς διερμηνεύων ἔλεγεν ο ι Υίὲ ἀνθρώπου , τί ἂν
γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων
τῶν ὄντων ὲν τοῖς ξύλοις τοῦ δρυμοῦ; Μὴ λήψονται
ἐξ αὐτοῦ ξύλον τοῦ ποιῆσαι είς ἐργασίαν ; ἢ τοῦ κρε-
μάσαι ὲν αὑτῷ πᾶν σκεῦος; Τὴν κατ’ ἐνιαυτὸν κάθ-
αρσιν Σιὺτῆς ῗιαλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος, C
μὴ χρήσιμον ἔσται εὶς ἐργασίαν ; ι Σύνες δὴ οῦν τὸ
ἅπαξ ἀποτμηθὲν , καὶ ὁλοκλήρως ἀπεσπασμένον ,
ἄχρηστον μὲν παντελῶς καὶ είς οὐδέν ἐστι τῶν άν-
αγκαίωνῂπαραληφθῆναι δυνάμενον, μόνῳ δὲ τάχα
χρησιμεῦον πυρί. Ἆρ’ οῦν οὐ πρόδηλον , ὡς εἶκαὶ
κλημα γενοίμεθα, τῆς μὲν πολυθέοξ) πλάνης ὲξεσπα-
σμένοι, ὁμολογήσαντες δὲ τὴν πίστιν τὴν είς Χριστὸν,
ἔρημοι δὲ διὰ τῆς τῶν ἔργων κολλήσεως γενοίμεθα,
πάντως δήπου τὰ τῶν είκαίων κλημάτων ὑποστησό-
μεθα; Καὶ τί τὸ λοιπόν; Ἀποτεμνόμεθα γὰρ ὁλο-
κλήρως, δοθησόμεθα γὰρ καὶ πυρὶ καὶ ἢν εἴχομέν
ποτε παρὰ τῆς ἀμπέλου ζωοποιὸν ἰκμάδα, τοῦτ’
ἔστι, τὸ Πνεῦμα προσαποδαλόντες. Ὂ γάρ ἔφη Χρι-
στὸς, ἐπὶ τοῦ τό τάλαντον καταχώσαντος, τοῦτο δὴ
θεωρήσαι τις ἃν πληρούμενον καὶ ἐπὶ τοίς ὁλοκλήρως
ὑπομείνασι τὴν ἀποτομήν. Ἀφαιρεϊται γὰρ ὥσπερ
ἐκείνου τὸ τάλαντον ἅμα , οὕτως, οἶμαι, καὶ ὲκ τοῦ
κλήματος, ὡς ἐν ἰκμάδος τινος, ἦτοι ποιότητος λόγῳ,
Πνεῦμα. Ἀφαιρεῖται δὲ διὰ ποίαν αίτίαν; Ἵνα μὴ
τοῖς είς τδ πῦρ κατοιχήσεσθαι μέλλουσι παρὰ τοῦ κρι⁶
τοῦ συγκαταδικάζεσθαι τὸ Πνεῦμα δοκῇ τὸ δεσποτι-
κόν. El γὰρ οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων
τῶν ἅπαξ τετιμημένων καὶ βασιλικοῖς δεδοξασμένον
Ῐγςρ. δεδοξασμένων] νεύμασιν , οὐ καθορίζουσί τι
προχείρως, ἀλλὰ καὶ εί τις άλοίη τυχὸν, ἐφ’ οἷς ἂν
εὐλόγως άποτιννύοι δίκας , οὐκ ἂν τοῦτο πάθοι πρὸ
τῆς τῶν ἀξιωμάτων ἀποϐολῆς ' πῶς ούκ ἀναγκαῖον,
¹ Jac. ll, 20. ³ Luc. xm, 7. ⁸ Ελυιτὶι. xv, 2-4, κδ Matth. xxv, l8.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.