PG 74, col. 356

λεύειν οὐκ ἀνεχόμενοι τῇ κτίσει παρὰ τὸν κτίσαντα,
πῶς οὐκ ἐσταιτῶν ὁμολογουμένων ὅτι τρόπος τοῖς ἐξ
ἐθνῶν 6 τῆς διακαθάρσεως ἔσται τῆς ἀρχαίας ἀπάτης
διὰ τοῦ Πνεύματος ἐπωφελεστάτη τὸ μὴ [γρ. ἀπο-
τομὴ] πᾶν εἶδος ἡμῖν ἀγαθῶν πολυτρόπως άντεισκο-
μίζουσα; Ἐν γὰρ τῇ τῶν φαύλων ὑποθέσει [γρ.
ἀποθέσει] καὶ ἀποδολῇ τὸ τῆς ἀρετῆς ἀντεισκρίνεται
κάλλος. Ὅπου γὰρ αἰσχρότης ἐκποδὼν, ἐκεῖ τὸ σε-
μνὸν ἀνίσχει καὶ φαίνεται. Σημειωτέον δέ, ὅτι διὰ
μὲν τοῦ Πνεύματος ἡ περιτομὴ, τὴν τῆς διὰ καθάρο
σεως ἀποπληροῦσα χρείαν ἐν ἡμῖν, χορηγὸς δέ τοῦ
Πνεύματος 6 Υἱός. ι ’Λπὸ γὰρ τοῦ πληρώματος a6-
τοῦ πάντες ἡμεῖς ἐλάϐομεν, ι κατὰ τὴν Ἰωάννου
φωνὴν, καὶ αὐτός ἐστιν 6 πρὸς ἡμᾶς εἰπών ο ι Λάϐετε
Πνεῦμα άγιον. ι Ἐνεργεῖ τοιγαροῦν τὴν εἰς ἡμᾶς
ἀνακάθαρσιν, ὡς ἐν τρόπω τῆς διὰ τοῦ πνεύματος
νοουμένης περιτομῆς 6 Πατὴρ δι’ Υίοῦζ Κεκένωται
τοίνυν τὸ πικρὸν καὶ⁸ ἀνόσιον τῶν δι’ ἐναντίας τόλμημα,
μὴ καταδεισάντων εἰπεῖν, ὡς ἐπείπερ ἄμπελον μὲν
ἐαυτὸν εἴρηκεν 6 Υἱὸς, γεωργὸν δὲ τὸν Πατέρα καὶ
Θεὸν, 6 αὐτὸς οὐκ ἔσται κατὰ φύσιν αὐτῷ. Λόγος γάρ
οὐδεὶς ἐπιτρέψει, φησι, ταυτὸν είς οὐσίαν γεωργὸν τε
Ἦὸη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λε-
λάληκα ὑμῖν. ’ '
Ἀπόδειξιν ῶσπερ διαφανῆ τε καὶ ἀναμφίλογον
τῆς τοῦ διακαθαίροντος αὐτοὺς τέχνης ποιεῖται τοὺς
μαθητάς. Ἤδη γὰρ αὐτοὺς διακεκαθάρθαι φησὶν,
οὐχ ἐτέρου τινὸς ἀπολαύσαντας, μόνον δέ διά τὸν
πρὸς αὐτοὺς λαληθέντα λόγον, τοῦτ’ ἐστιτήν θείαν τε
καὶ εύαγγελικὴν ὑφήγησιν. Λόγος δὲ οὗτός ἐστι παρά
Χριστοῦ. Εἶτα τίς ἄρα ἐστὶ τῶν εὗ φρονούντων, ὃς
ἐνδοιάσει λοιπὸν, ὃτι δρεπάνη τις ὥσπερ καὶ χεὶρ τοῦ
Πατρὸς, 6 δι’ οὗ τά πάντα ἐστὶ , τοῦτ’ ἐστιν 6 Υἱὸς,
τὴν τῆς είς ἡμᾶς γεωργίας ἐνέργειαν ἀποπληρῶν, ἢν
τῷ τοῦ Πατρὸς προσάπτει προσώπῳ , διδάσκων ὅτι
πάντα μὲν παρὰ Πατρὸς, πλὴν ὡς διὰ δυνάμεως τοῦ
Υίοῦ ; καὶ γὰρ 6 τοῦ Σωτῆρος ἡμᾶς διακαθαίρει 3.6-
γος , καίτοι τῆς καθ’ ἡμᾶς γεωργίας ἀνατεθειμένης
D τῷ Θεῷ κα). Πατρί. ι Αὐτὸς γάρ ἐστινό ζῶν, καὶ
τομώτατος αὑτοῦ λόγος, 6 διικνούμενος άχρι μερι-
σμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν,
καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ι Κιθ-
ικνούμενος γὰρ εἰς τά βάθη τῆς ἑκάστου ψυχῆς, καὶ
τὸν ἐν ἑκάστῳ κεκρυμμένον σκοπὸν ἀκατακάλυπτον
ἔχων ὡς θεὸς, τοῖς μὲν εἰκαίοις ἡμῶν σπουδάσμασι
τὴν ὀξεῖαν ἐπάγει τομὴν διὰ τῆς τοῦ Πνεύματος ἐνερ⁴
γείας. Τοῦτο γὰρ, οἶμαι, νομιοῦμεν τὴν ἀποκάθαρσιν.
Τά δὲ ὅσα πέφυκεν ὠφελεῖν ἡμᾶς είς ἔφεσιν ἀρετῆς,
ταῦτα πολυπλασιάζεσθαι ποιεῖ πρὸς καρποφορίαν, ἢ
νοεῖται κατ’ εὐσέϐειαν. Ὅτε τοίνυν δι’ Υίοῦ παρὰ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.