PG 75, col. 1448

σῶμα τὸ πήλινον. καί χοῖκὸν, καὶ πάθεσι συνεζευγμὲ ο
νον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καί ἐκ δε-
ξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν
τὸν ἀόρατον, τόν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζῶον, τδν
κατ’ εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι-
μημένον, τὸν τοῦ σώματος ἡνίοχον καί κυϐερνήτην
καί μουσικὸν, δι’ ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις,
ἀλλά σοφίας καὶ τέχνης καὶ ἐπιστήμης όινόιιιτλει.ι›ς⁸ ( l ),
τοῦτον ἀπερρίφθαῖ κάτω, καὶ τῆς τοῦ σώματος μὴ
μεταλαγχάνειν ’τιμῆς⁸ δι’ όν τὸ σῶμα τῆς λογικῆς
ὲγένετο κτίσεως ο δι’ ὃν νομοθεσίαι, καὶ προφητεῖαι·
δι’ δν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναρρήσεις,
καὶ στέφανοι · δι’ ὃν καὶτὸ σῶμα τὸ συναθλοῦν, ἆθλον
τῶν πόνων εχει τὴν τῶν οὐρανῶν βασιλείαν ’ δι’ δν
καί αὑτὴ τοῦ Σωτῆρος ἡμῶν ή παρουσία ,γεγένηταῃ
καὶ τὸ τῆς οἰκονομίας ὲπραγματεύθη μυστήριον ’ οὐ
γάρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τά σωτήρια κατεδέξατο
πάθη, οὐδ’ ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς
ἑστερημένων, ἀλλ’ ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον
ἕνοικον κεκτη μένων.
passionem, neque 826m. preptcr irrationalia ju-
Ill’. Λύσις τῶν αἰρετικῶν προϐλημάτων.
Ἀλλ’ ό τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο-
λινάριος, καὶ τῶν εὐσεϐῶν δογμάτων τὴν οἰκείαν
προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν θεὸν Λόγον
ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε-
τάσματι χρησασθαι ν τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὑτὸν
δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ’, ὧ βέλτιστε,
εἴποι τις ἂν πρὸς αὑτὸν, οὐδὲ τοῦ σώματος ό Θεὸς
Λόγος ἔχρῃζεν, ἀπροσδεὴς γάρ ⁸ ἠδύνατο δὲ καὶ μόνῳ
προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σω-
τηρίαν· ἀλλ’ ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ
κατορθούμενον κοινωνίαν, οὗ χάριν λαϐὼν φύσιν τὴν
ήμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαίωσας, τῶν
τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαϐό-
λου, καί θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε,
καὶ διὰ τοῦ ληφθέντος παντί τῷ γένει τῆς ἐλευθερίας
μετέδωκεψ ἀλλ’ οὐδὲν τούτων εἰς νοῦν λαϐὼν ό σοφώτα-
τος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὑ-
αγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν
ἡγεῖταιο ι Ὀ Λόγος γάρ, φησὶ, σάρξ ἐγένετο, καί ἐσκή-
νωσεν ὲν ἡμῖν · ι καὶ ταῦτα σαφῶς εἰδὼς, ῶς πολλαχοὺ
η τὸ πᾶν ἀπὸ μέρους ἠθεία Γραφὴ προσαγορεύει, καὶ
πὴ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον,
δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ’ ι Πᾶσαι γάρ
αἰ ψυχαὶ, αἰ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼϐ εἰς Αί-
ea figura qua: digito demonstrari potest. Pudeat ergo
eos, qui totum hominem materiam esse mortale—ni
dicere audent.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.