PG 75, col. 30

καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ὲν
αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ’ οὐ πάντως μηνύει
τὸν Θεὸν ο είσὶ γὰρ καὶ ὲν ἀνθρώποις ἄκακοι καὶ ἀπό-
νηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους
ἀγγέλους. Οὐκοῦν ἀφ’ ὧν ἐστιν, ἢ ἀφ’ ὧν οὐκ ἔστιν,
ἀληθέστερον καὶ οἰκειότερον σημανθηήσεται..
l
ΑΛΛΟ.
Ὀ μακάριος Δαόὶδ ψάλλει, καί φησι πρὸς τὸν Υίόν
ι Διὰ τοῦτο ἔχρισε σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον
ἀγαλλιάσεως παρὰ τούς μετόχους σου. ι El τοίνυν
ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενονοᾶλλο
γὰρ ὲν ἄλλῳ νοεῖσθαι χρὴ’ μετέχει δὲ ὴ κτίσις τού
Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτί-
σιν· οὐκοῦν οὐδὲ γενητός. El δὲ οὐκ ἐστιν ἕτερος
παρ’ ἐκείνην ὀ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημέ⁹
νος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετά-
σχοι τοῦ ὅπερ ἐστὶν αὐτός;
ΛΟΓΟΣ Β’.
’Ὁτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ’ οὐσίας
σημαντικόν.
Th ἀγένητον ὡς ἀρχὴ καὶ αίτιον νοεῖται τε καὶ
ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι.
ἑαυτῇ ἦ ἀνόμοιον σημαίνει.Ἥ δὲ ἀγένητος φωνὴ
σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ · τοῦτο
γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία.
ἀλλὰ τοῦ μὴ τοιῶσδε εῖναι τὴν οὐσίαν, καθ’ ἦς ἂν.
τάττοιτο τὸ σημαντικόν.
ᾹΛΛΟ.
Ὀτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται..
Ἀλλ’ ὲρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν
δέ ’ ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. El γὰρ
πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγ-
κης ἂν εἴη τὴν οὐσίαν, ἦς ἔσταιδιαφορὰ τὺ ἀγένητονι
Οἴον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳο Oil-
σία ἔμψυχος αίσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ.
διαφορὰ γίνεται. Τὸ μὲν γάρ ὲστι ζιῖζον λογικὸν, θνη-
τὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος ·
τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειο
μένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. EE
τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία,
τίνος ἔσται διαφορά* ἀμήχανον γὰρ οὐσίας φορέσαι
λόγον τὴν διαφοράν.
ΑΛΛΟ.
Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι
σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος
ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχών ὲξ anteis; Εἰ γὰρ
μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.