PG 76, col. 193

ζωὴν δὲ μᾶλλον κατὰ φύσιν εἶναι διαὸεόαιούμεθα
γεγέννηται γὰρ ὠς ὲκ ζωῆς τοῦ Πατρός. Ὃνπερ γάε
τρόπον τὸ τοῦ ἡλίου πεμπόμενον σέλας, εί λέγοιτ(
τυχὸν λαμπρὸν εἶναι διὰ τόν πεπομφότα, ἤγουν, τοι
ἐξ οῦ πάρεστιν, οὐ κατὰ μέθεξιν ἔχει τό εἶναι λαμ·
πρὸν, ἀλλ’ οἷον ὲκ φυσικῆς εὐγενείας, τὸ τοῦ πεπομη
φότος, ῆγουν ἀπαστράψαντος πλεονέκτημα φορεῖι
κατὰ τόν ἴσον, οἶμαι, τούτῳ τρόπον τε καὶ λόγον, xit
εί λέγοι ζῇν ἑαυτὸν ὁ Υἱὸς διὰ τὸν Πατέρα, μαρτυρή-
σειεν ἂν ἑαυτῷ τὴν ὲκ Πατρός εὐγένειαν, καὶ οὐ τοῖς
ἄλλοις κτίσμασιν ἀναμὶξ, ὲπακτήν τε καὶ ἔξωθεν
ἑχειν ὁμολογήσει τὴν ζωήν. Ὠσπερ δὲ τὸ αὑτοῦ τοῦ Β
Λόγου σῶμα ζωοποιόν ἐστιν, ἴδιον αὑτοῦ ποιησα-
μένου καθ’ ἕνωσιν ἀληθῆ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον·
οὕτω καὶ ἡμεῖς oi ὲν μεθέξει γενοίμεθα τῆς ἁγίας
σαρκὸς, καὶ αἵματος αὐτοῦ, πάντῃ τε καὶ πάντως
ζωοποιοῦμεθαν μένοντος ὲν ἡμῖν τοῦ Λόγου θεῑκῶς
μὲν, διὰ τοῦ ἁγίου Πνεῦματος, ἀνθρωπίνως δὲ αὖ,
διὰ τῆς ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος. Ἐπι-
ψηφιεῖται δὲ οἷς ἔφην τὸ ἀληθὲς ὁ ἱερώτατος Παῦλος,
ὡδὶ γεγραφὼς ,τοῖς ἑν Κορίνθῳ πεπιστευκόσιν είς
τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν · ι ,Ὧς φρο-
νίμοις λέγω, κρίνατε ὑμεῖς δ φημι ° τὸ ποτήριον τῆς
εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ αἵμα-
τος τοῦ Χριστοῦ ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία
τοῦ σώματος τοῦ Χριστοῦ ἑστινς ὅτι εἷς ἄρτος, καὶ
ἒν σῶμα οί πολλοί ἐσμεψ οί γὰρ πάντες ἑκ τοῦ
ἑνὸς ἄρτου μετέχομεν. ι Πνεύματος μὲν γὰρ τοῦ
ἁγίου, μετεσχηκότες, αὐτῷ τε τῷ πάντων Σωτῆρι
Χριστῷ, καὶ ἀλλήλοις ὲνούμεθα · σύσσωμοι δὲ κατὰ uno pane participamus ". ι Participes namque san-
’τοῦτόν ἐσμεν τὸν τρόπον, ι ὅτι εἷς ἄρτος, ἓν σῶμα
οἱ πολλοί ἑσμεν· οἱ γάρ πάντες ἑκ τοῦ ἐνὸς ἄρτου
μετέχομεν. ι Συνδεῖ γὰρ ἡμᾶς είς ἑνότητα τὸ ἑν ἡμῖν
σῶμα Χριστοῦ, μεμέρισται δὲ κατ’ οὐδένα τρόπον.
Ὀτι δὲ διὰ τοῦ σώματος τοῦ Χριστοῦ πρὸς ἑνότητα
τὴν πρὸς αὐτὸν, καὶ πρός γε τὴν είς ἀλλήλους συν-
ενήγμεθα, πιστώσεται γράφων ό μακάριος Παῦλος ⁸
σ Τούτου χάριν ἑγὼ Παῦλος ὁ δέσμιος Ἰησοῦ Χριστοῦ
ὖῄρ ὑμῶν τῶν ἐθνῶν, εί γε ἠκούσατε τὴν οίκονο-
μίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς
ὑμᾶς, ὅτι κατ’ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστή-
ριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε
ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἑν τῷ μυ στη-
ρίῳ τοῦ Χριστοῦο ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη
τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὠς νῦν ἀπεκαλύφθη τοῖς
ἁγίοις ἀποστόλοις αὑτοῦ καὶ προφήταις ἑν Πνεῦματι,
εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα, καὶ συμ-
μέτοχα τῆς ἐπαγγελίας ἑν Χριστῷ. ι· Ἐπειδὴ δὲτὴν
τοῦ μυστηρίου παράδοσίν τε καὶ δύναμιν ἠγνοηκότες
ἑν ἀρχῇ τῶν πιστευσάντων τινὲς, ἔξω τρέπεσθαι τοῦ
εἰκότος ἤθελον, πανδαισίας τε καὶ δημοθοινίας πλη-
ροῦντες ἐν ἑκκλησίαις,’τοίς τοῦτο δρᾷν εἰωθόσιν,
ἐπετίμα γράφων ό μακάριος Παῦλος· ι Μὴ γὰρ
’ί l Cor. ιι, 16,17. θ’ prcs. nt. 5-6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.