PG 77, col. 320

καὶ ἀεὶ, καὶ είς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ τοῦ δεῖν ςεαρορᾷν τι τῆς ἀκριϐείας μείζονος
⁷ δαν-ἑκά κατορθ
ώματος. .
Τὸ μὲν εὔτονον εἰς εὐλάϐειαν τῆς σῆς θεοσεϐείας
o6 νῦν ἔγνων, ἀλλ’ ᾔδειν ὲκ πάλαι, καὶ ἐπαινῶ γε
σφόδρα, μετὰ τοιαύτης ἀκριϐείας θέλουσαν ζῇν. Ἀλλ’
al οἰκονομίαι τῶν πραγμάτων ἔσθ’ ὅτε παραϐιάζονο
ται βραχὺ τοῦ δέοντος ἔξω φέρεσθαί τινας· ἵνα τι μετ-
ζον κερδάνωσιν. ’Ὠσπερ γὰρ oi τὴν θάλασσαν ναυ-
τιλλόμενοι, χειμῶνος ἐπικειμένου καὶ κινδυνευούσης
τῆς νεὼς, ἀλύοντες ἀποφορτίζονταί τινα ὑπὲρ τοῦ -
σῶσαι τὰ λοιπάο οὕτως καὶ ἡμεῖς ἕν τοῖς πράγμασιν,
ὅταν μὴ ἐξῇ τδ λίαν ἀκριϐὲς ἀποσώζειν, παρορῶμέν
τινα, ῐνα μὴ τοῦ παντὸς πάθωμεν ζημίαν. Καὶ ταῦτα
γράφω μαθὼν, ὅτι ἡ σὴ θεοσέϐεια λελύπηται είς
ὁσιώτατον καὶ θεοσεϐέστατον ἀδελφὸν ἡμῶν καὶ συλ-
λειτουργδν ἐπίσκοπον Πρόκλον· ὡς λαϐόντα πρὸς scot-
νωνίαν τὸν τῆς* Αίλιέων ἐπίσκοπονο ὃν οἱ μὲν τῆς
’. Ἐκκλησίας θεσμοὶ τῆς Παλαιστήνης ἡγούμενον οὐκ
ίοασιν. Ἐγείρει δὲ πρὸς ἀχάλινον τοῦ πράγματος
ί ἐπιθυμίαν φιλοδοξία διάκενος πικρὸν ἔχουσα τὸ τέλος.
Μὴ ἀποφευγέτω τοίνυν η σὴ θεοσέϐεια τὴν πρὸς τὸν
ὁσιώτατον, καὶ θεοφιλέστατον ἐπίσκοπον Πρόκλον
κοινωνίανο μία γὰρ γέγονεν ἡ φροντὶς ἐμοί τε καὶ
τῇ ὁσιότητι αὑτοῦ· καὶ ὁ τῆς οἰκονομίας τρόπος,-ὃς
οὐδενὶ τῶν συνετῶν ἀπή ρεσεν.
EPISTULA Lvn (οι. XLIX).
Ἔμαθον παρὰ τοῦ ἀγαπητοῦ μονάζοντος Παύλου,
ὅτι παραιτεῖται ἡ σὴ θεοσέϐεια μέχρι σήμερον τὴν
πρὸς τὸν εὐσεϐέστατον Ἰωάννην κοινωνίαν, διὰ τό
τινας ὲν τῇ Ἀντιοχένῃ Ἐκκλησία ἢ φρονοῦντας ἔτι
τὰ τοῦ Νεστορίου, ἢ πεφροντικότας μὲν, ἀποσχομέ-
νους δὲ ῐσως εἶναι. Δοκιμασάτω τοίνυν τὸ σὺν ἐπιει-
κὲς, πότερόν ποτε ol λεγόμενοι συνάγεσθαι, γυμνῶς
*ταντοῦυὲίεστορίου καὶ φρονούσι xci“
λαλοῦσιν ἑτέροις, ἢ κεκαυτηριασμένην μὲν ἐσχήκασι
ποτε τὴν συνείδησιν, συνάγονται δὲ νῦν μεταμεληθέν-
τες ἐφ’ οἷς συνηρπάγησαν, αἰσχυνόμενοι δὲ ἴσως
ὁμολογεῖν τὸ πταῖσμα. Συμϐαίνει γάρ τινα τοιαῦτα
περὶ τοὺς ἀπατηθέντας γίνεσθαι. Κᾶν εἵδῃς συντρέ-
χοντας νῦν τῇ ὀρθῇ πίστει, ἁμνησικάκει περι τῶν 1

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.