PG 78, col. 1684

φρόνημα τῆς σαρκὸς ἐν ἐμοί ἐστιν’ ἔτι κατὰ σάρκα
(«Ir οὐαί μοι· μέλλω γάρ ἀποθνήσκειν ὡς γέγρα-
πται, τοσαύτην ἄσκησιν καὶ ἐτοιμασίαν καρδίας
ἔχων, πάλιν θυμῷ· ἀρπάζομαι, κᾶν ἐπὶ ἀγαθῷ ·
ἐλέησόν με, μὴ ἀπόλωμαι, Κύριε · ἐὰν γάρ εΰρῃ ὲν
ἐμοὶ μέρος ὀ ἐχθρὸς ὅσον ὅσον, ἐάν μὴ στηρίξῃς με,
ἔσομαι ὑποχείριος αὐτοῦ’ ἐὰν γὰρ πάντα τὴν νόμον
. σου τηρήσῃ τις, πταίσῃ δὲ ἐν ένὶ, γέγονε πάντων
ἔνοχος’ πιστεύω δὲ ὅτι , ἐὰν οἱ πολλοι σου οῖκτιρμοὶ
βοήθήσωσί μοι, διδαχθήσομαι λοιπὸν τὴν τῶν ἁγίων
σου ὀδὺν πορεύεσθαι τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος
αὐτὴν γὰρ, ὡς δεῖ, κατῄσχυνα τὸν ἐχθρόν’ καὶ πῶς
διδάξω, Κύριε, οὓς καλέσεις σὺν ἐμοὶ τοῦτον ἑλέσθαι
τδν βίον, μὴ πρῶτον αὐτὸς νικήσας; Καὶ ταῦτα εὖ·
ξάμενος διέμεινεν ὃλην τὴν νύκτα, αὐτὰ μετὰ κλαυ-
θμῶν λέγων, ἓως οὖ ἔφθασεν ή ἡμέρα’ καὶ τῶν ἱδρω-
των αὐτοῦ τὰ ἴχνη τῶν ποδῶν αὑτοῦ γέγονεν ὡς
πηλός. Θέρος γάρ ἦν, καὶ ὀ τόπος κατάθερμοςο καὶ
ἔλεγε θαυμάζων ὁ μακάριος ⁶ Μὴ γάρ εἶχον τὰ δά-
κρυα αὑτοῦ μέτρον’ Πῶς μὴ χαρίσεται ὁ Θεπ τῇ
τοιαύτῃ προαιρέσει ’πάντα αὑτοῦ τὰ ἀγαθά ἃ. ᾐτή-
σατο παρ’ αὑτοῦ, τοῦ εἶναι αὑτὸν ἀπὸ πάντων νε-
κρόν;
I". Καὶ έλεγεν , ὅτι Ἐάν λάϐῃ τις νόημα Olidae-
τος αὐτὸν, ἢ ζημιώσαντος , ἢ λοιδορήσαντος, ἦ ovs-.-
δίσαντος, ἢ εἱκῆ διασύραντος, ἢ πᾶν ὁτιοῦν κακὸν
ποιήσαντος, καὶ πλέκει λογισμοὺς κατ’ αὑτοῦ , ἐπι·
ϐουλεύει τῇ ἰδίᾳ. ψυχῇ ὼς οἱ δαίμονεςο ἀρκεῖ γάρ
ἐαυτῷ πρὸς ἐπιϐουλήν· καὶ τί λέγω, πλέκει; Ἐὰν
μὴ μέμνηται αὑτοῦ ὠς εὐεργέτου καὶ ἰατροῦ , ἁδι-
κεῖ αὑτὸν τὰ μέγιστα· τί γὰρ λέγεις πάσχεινς οὗτος
καθαίρει· καὶ⁸ ὀφείλεις μεμνῆσθαι αὐτοῦ ὡς ἱατῳῦ
πεμφθέντος σοι ἀπὸ τοῦ Χριστοῦο χρεωστεῖς ὑπὲρ
τοῦ ὀνόματος αὑτοῦ παθεῖν, καὶ ὀφείλεις ἔχειν αὑτὸν
ὡς εὐεργέτην. El δὲ οὐκ ἀπαλλάσσῃ κακίας, οὐδὲ
ἐπιθυμεῖς ἀπαλλαγῆναι, ἀναίτιος Κύριος ὀ Θεὸς
αὑτὸδὲ τὸ πάσχειν, νοσούσης ψυχῆς ἐστιν, εἰ μὴ
ὲνόσεις οὐκ ἓπασχες , καὶ ὀφείλεις χάριν τῷ ἀδελφῷ
ὅτι δι’ αὑτοῦ έγνως τὴν ὁδὸν τῆς νόσου σου· καὶ
ὀφείλεις δέχεσθαι τὰ παρ’ αὐτοῦ ὡς φάρμακα θερι-
πευτικὰ πεμφθέντα σοι παρᾶ τοῦ Ἰησοῦ. Εἰ δὲ μὴ
μόνον οὐκ εὐχαριστεῖς , ἀλλὰ καὶ λυπῇ , καὶ διασύ-
ρεις, καὶ ἐγκαλεῖς , καὶ πλέκεις λογισμοὺς κατ’ αὑ-
τοῦ , δυνάμει λέγεις τῷ Ἰησοῦ , μᾶλλον δὲ γυμνῇ τῇ
κεφαλῇε Οὐ θέλω ἰαθῆναι ὑπὸ σοῦ· οὐ θέλω δέξασθαι
τὰ φάρμακά σου* σαπῆναι θέλω ὲν τοῖς τραύμαςί
μου· ὑπήκοος θέλω γενέσθαι τῶν δαιμόνωνο οὐκ οῖδα
τὸν Κύριον. Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς ’,τωο
νῆς αὐτοῦ · καὶ τί λοιπὸν ποιήσει ὀ Κύριος; ’Δγαθός

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.