PG 79, col. 101

τῶν αἰτηθέντων προσκαίρων τε, καὶ αἰωνίων
ἀγαθῶν.
Μ’. - Τῷ αὐτῷ.
Ὀ ὲν τοῖς παροῦσι τῶν παρά τοῦ Θεοῦ δεηθεὶς,
καὶ ἐλπίσας, καὶ τυχὼν, διδάσκεται περί τῶν μελ-
λόντων, ὢν δεῖταιή ἀνθρωπίνη φύσις, ἐλπίζειν ἐπὶ
τὸν Θεὸν, τὸν κάκεῖνα δώσειν ὑποσχόμενον. Διὸ καί⁵
νῦν ἐπαγγέλλεται πρὸ τῶν πραγμάτων, καὶ πολλοῖς
ἔμπροσθεν χρόνοις, καὶ πληροῖ τὰς ὑποσχέσεις, καὶ
τοῦτο πλεονάκις. Οὕτω γὰρ καὶ ἡ πολλάκις γινομένη
πεῖρα τῆς θείας ἀληθείας, τὴν είς τὸ μέλλον ἡμῖν
ἐλπίδα τῶν ἀληθῶς ἐπηγγελμένων βεϐαιοῖ. Ὥσπερ
οὖν πλεονάκις αἰτήσας ἔτυχες, καί⁵ πεῖραν ἐδέξω
τῆς Θείας εὐσπλαγχνίας, καί. συγκαταδάσεως, καὶ
μεγαλοδωρεᾶς, οὑτω κᾶν μὴ ταχέως ὲπακουσθῇς,
νῦν ρὡθητι τῇ καλῇ προσδοκία, καὶ καρτερικῶς,
καὶ μακροθύμως ἐλπισον, καὶ ὑπόμεινον, κροὺων
διά τῆς δεήσεως, μέχρις ἂν ὁ Θεὸς θελήσῃ ἀναστῆ-
ναι, καὶ δοῦναί σοι, ὅσον χρῄζεις, ἢ καὶ ὑπὲρ τὴν
χρείαν. Ἐκ περιττοῦ γάρ ὢν αἰτούμεθα, ἢνοοῦμεν,
δύναται όΘεδς, καὶ βούλεται ποιῆσαι ἡμῖν. ’
ΜΑν. - nmmum.
Ἰωάννης δ Βαπτιστὴς, φοϐούμενος μή τι ὡς ἄν-
θρωπος βλαϐείη, τὰς πόλεις ἔφευγε, καὶ τὴν ἔρημον
ᾤκει. Ἰησοῦς δὲ ό Θεὸς καὶ Κύριος τῶν ὅλων ταῖς
πόλεσι παραϐάλλων ἁμαρτωλοῖς συνεδείπνει, ἐπειδὴ
ἠλεός ἐστι δικαιοσύνης. Ἡλίου αὑγαὶ καὶ παντὸς
βορϐόρου ἐφάπτονται ⁸ καὶ τὸ μὲν τοὺ βορϐόρου δυσῶ-
δες ξηραείνουσιν, αὑταὶ δὲ καθαραὶ διαμένουσι καὶ
ἀμόλυντοι. Ἀλλά φθονοῦντες Φαρισαῖοι λέγουσι’
ι Διατί ὀ Ἰησοῦς μετά τῶν ἁμαρτωλῶν καὶ τελωνῶν
ἐσθίεις ι Ὦ βάσκανοι, καὶ ἀνόητοι, καὶ τυφλοὶ τὴν
καρδίανί ἀγνοεῖτε γὰρ ὅτι οὑκ ἀλλαχόσε που, ἀλλά
πλησίον τῶν νοσούντων ὀφείλει διάγειν ό ίατρός;
Ὅπου οἰ ἁμαρτωλοὶ, ἐκεῖ πάντως τίθεται καὶτὸ
ἱλαστήριον. Ἀμαρτωλοὺς γάρ ἦλθεν ό Χριστὸς, οὑχὶ
δικαίους καλέσαι εἰς μετάνοιαν. Ἰησοῦς Χριστὸς
ἁμαρτωλοῖς συνδιατρίϐει οἰκονομικῶς, ἵνα καὶ⁸ ἀμάρ-
τωλοὶ μετανοήσαντες, δικαίοις συναυλισθῶσι, καὶ
συνευφρανθῶσιν ὲν τῇ βασιλεία τῶν οὐρανῶν.
ΜΒ . — ΜΔΡΙΩΝΙ ΑΡΙῪΡΟΚΟΠῼ.
Πλείονας τῶν λόγων τοὺς ὅρκους τολμηρῶς ἆπί
στόματος ἔχων, ὲντρέποιο.
Ml". - ΦΑΥΣΊἸΑΝῼ.
Ἦλλοτρίωται τοῦ Θεοῦή ψυχή σου, καὶ πῶς με
προέτρεψας πέμψαι σοι λόγον τινά ὠφέλιμον, ἀν-
θρώπῳ εἰωθότι παίζειν τὰ θεῖα, καθάπερ τὰ βέϐηλα;
Πῶς γὰρ ἂν καὶ λαλήσω είς νενεκρωμένον, καὶ ἀνή-
κοον οὑς; ι Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς
ἀλλοτρίας, ι ἔνθα ἐχῖνοι, καὶ ἴϐεις, καὶ νυκτικόρακες
³⁷ Matth. lx, ’10. "Matth. ιι, Η.
'9'” Luc. ν, 52.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.