PG 79, col. 1112

κακῶν ὁ ἡγεμὼν δουλοῦται, ὅταν πάθει ζευχθεὶς τοὺς
πόνους ἀποζεύξῃ. ’0 τὰς ἑτέρων σκέψεις πειρώμενος
ὲρευνᾷν, τὰς ἑαυτοῦ πράξεις ἔργῳ οὐκ ἐρευνᾷ, μὴ
ὡς ἀμελῶς ζήσαντα, τὸν ἀποδιὼσαντα σκῶπτε, ἵνα
μὴ ὡς ὲκ συνηθείας τῶν ζώντων, καὶ τοῦ νεκροῦ
γένῃ πικρὸς δικαστής· μὴ τοῖς πταίουσιν ἔπεχε λογι-
σμῷ ἀλαζόνι ἐπαίροντι σε ὡς δικαστὴν, ἀλλὰ σαυτῷ
πρόσεχε λογισμῷ νήφοντι, καὶ τῶν σῶν πράξεων δο-
κιμαστῇ. Στένε πταίων, καὶ μὴ φυσῶ κατορθῶν ἀκα-
ταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον
⁸ τδ ’έακὲν ἐνδύσῃ. ’τένξς γάρ ὧδ’ soluet-Eii; μὴ δυ’νι-
μενοι γνωσθῆναι, ἔσπευσαν, κᾶν ἀπὸ κακίας οὕτω
γνωσθῆναιο ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ , προερῶ,
σεις ἀκροϐολοῦσι, τοὺς εύσταθοῦντας ταῖς ἀρεταῖς
ἔξουθενοῦσι. Τοῖς πέριξ τινὲς εἰς φαῦλα θρυλλούμε·
νοι, βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἴνα τὰ φαῦλα
πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ’ ἵνα τῶν ψό-
γων τὰς φήμας σκιάσωσιν. Ἀλλὰ μὴ τῷ ἀπατῶντί
σε καλλωπίζου, μηδὲ τῷ ἀπατᾶσθαι ἑναγάλλου ’ ἐὰν
γὰρ δι’ ὄνομα ψιλὸν τῶν σπουδαίων trgi-mn, οὗ Θεῷν
ἀλλὰ ἀνθρώποις ἐργάζῃ, μὴ παρρησίαν ἄγε τῷ
ἀπόνως βιοῦντι, κᾶν ὄνομα τούτῳ μέγα πομπεύῃ·
εστι φίλος πρὸς προσώπου χάριν, καὶ χρόνος κατήγο·
ρος τούτου γίνεται.
ΚΕΦΑΛ. IH'.
Δεδοικότα φίλον σκώπτην κτῆσαι, ἵνα σκέπην εὖ·
ρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ
κρύπτε μᾶλλον τοῦ φθονοῦντος. Ὅταν ὁ σὸς φίλος
ταῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος είς
φθόνον ἐκτραπῇ, ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδο⁴
ξίας ἀκοντίζειν σου τοῖς πόνοις, ὅπως τὴν διατρέχου-
σαν περ)⁸ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι.
τότε μὴ τῇ ἐκείνου βασκανίᾳ προσέχων δηχθῇς, ἵνα
μὴ ίὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. Τοῦτο γὰρ
ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυ-
ρώσῃη, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλ-
λον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προσχρώμεθα ἐξημεσ
ροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὺ ἀγριωθὲν τῷ
ζήλῳ φρόνημα. Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε
ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψι-
γων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψο-
γον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ.
τοῦ ὲκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος , ἵνα
ὡς ἐξ ἐτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ
Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται· Μὴ
ὡς ὑπόδουλον. θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τού-
του πταῖσμα καταλαϐεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς
τοῦ Σατανᾶ. Ὀ πταίσας, mitem; man
πταίειν μὴ ὲπιτηρείτω, ἵνα ὡς μὴ μόνος συμπεσὼν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.